Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De angusta porta et in orationem dominicam [Sp.] 4
Not analysed yet
Εἶτα δευτέραν προσέθηκε ῥῆσιν, εἰπών· Ἁγιασθήτω τὸ ὄνομά σου. Καί μοι μηδεὶς ἀνοήτως ὑπολαμβανέτω ἁγιασμοῦ προσθήκην χαρίζεσθαι τῷ Θεῷ ἐν τῷ λέγειν· Ἁγιασθήτω τὸ ὄνομά σου· ἅγιος γάρ ἐστι, καὶ πανάγιος, καὶ ἁγίων ἁγιώτατος. Καὶ ταύτην αὐτῷ τὴν ὑμνῳδίαν προσφέρει τὰ Σεραφεὶμ ἀσιγήτοις βοῶντα κραυγαῖς, Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἀλλ' ὥσπερ οἱ τοῖς βασιλεῦσι τὰς εὐφημίας προσφέροντες, καὶ βασιλέας καλοῦντες καὶ αὐτοκράτορας, οὐχ ὃ μὴ ἔχουσι χαρίζονται, ἀλλ' ὅπερ ἔχουσιν εὐφημοῦσιν· οὕτω καὶ ἡμεῖς οὐ τὴν οὐκ οὖσαν ἁγιωσύνην προσφέρομεν τῷ Θεῷ, λέγοντες, Ἁγιασθήτω τὸ ὄνομά σου, ἀλλὰ τὴν οὖσαν δοξάζομεν· τὸ γὰρ ἁγιασθήτω, ἀντὶ τοῦ δοξασθήτω, εἴρηται. Διδασκόμεθα τοίνυν διὰ τῆς φωνῆς ταύτης τὸν κατ' ἀρετὴν μετιέναι βίον, ἵνα τοῦτον ὁρῶντες οἱ ἄνθρωποι, τὸν οὐράνιον ἡμῶν Πατέρα δοξάζωσιν· ὃ καὶ ἀλλαχοῦ φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μετὰ τοῦτο λέγειν ἐδιδάχθημεν· Ἐλθέτω ἡ βασιλεία σου· τυραννούμενοι γὰρ ὑπὸ τῶν τοῦ σώματος παθημάτων, καὶ μυρίας πειρασμῶν δεχόμενοι προσβολὰς, τῆς τοῦ Θεοῦ χρῄζομεν βασιλείας, ἵνα μὴ βασιλεύσῃ ἡ ἁμαρτία ἐν τῷ θνητῷ σώματι ἡμῶν εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνωμεν τὰ μέλη ἡμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλ' ἵνα παραστήσωμεν ὅπλα δικαιοσύνης τῷ Θεῷ, καὶ στρατευώμεθα τῷ βασιλεῖ τῶν αἰώνων. Διδασκόμεθα δὲ πρὸς τούτοις, μὴ σφόδρα τῷ παρόντι βίῳ προστετηκέναι, ἀλλὰ καταφρονεῖν μὲν τῶν παρόντων, ἐπιθυμεῖν δὲ τῶν μελλόντων ὡς μενόντων, καὶ τὴν βασιλείαν ἐκείνην ζητεῖν τὴν οὐράνιον καὶ αἰώνιον, καὶ τοῖς ἐνταῦθα τερπνοῖς μὴ κατέχεσθαι, μὴ σωμάτων εὐμορφίᾳ, μὴ χρημάτων εὐπορίᾳ, μὴ κτημάτων εὐθηνίᾳ, μὴ λίθων πολυτελείαις, μὴ οἴκων μεγαλουργίαις, μὴ ἡγεμονίαις καὶ στρατηγίαις, μὴ ἁλουργίδι καὶ διαδήματι, μὴ ὀψοποιίαις καὶ καρυκείαις καὶ παντοδαπαῖς χλιδαῖς, μὴ ἄλλῳ τινὶ τῶν τὰς ἡμετέρας δελεαζόντων αἰσθήσεις, ἀλλὰ πᾶσι τούτοις ἐῤῥῶσθαι φράσαντες, τῆς τοῦ Θεοῦ βασιλείας ἀδιαλείπτως ὀρέγεσθαι. Οὕτως ἡμᾶς καὶ ταύτην διδάξας τὴν ἀρετὴν, ἐκέλευσε λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐντεθεικὼς γὰρ ἡμῖν τῶν μελλόντων τὸν ἔρωτα, καὶ τῆς ἐπουρανίου βασιλείας τὴν ἐπιθυμίαν, καὶ τρώσας ἡμᾶς ἐκείνῳ τῷ πόθῳ, παρασκευάζει λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Δὸς ἡμῖν, φησὶ, Δέσποτα, τὴν ἐν οὐρανῷ μιμεῖσθαι πολιτείαν, ἵν' ἃ θέλεις αὐτὸς, καὶ ἡμεῖς θέλωμεν. Ἐπάρκεσον τοίνυν προαιρέσει καμνούσῃ, καὶ ποιεῖν μὲν ἐπιθυμούσῃ τὰ σὰ, ὑπὸ δὲ τῆς τοῦ σώματος ἀσθενείας κωλυομένῃ· ὄρεξον χεῖρα τοῖς τρέχειν μὲν ἐπειγομένοις, χωλεύειν δὲ ἠναγκασμένοις. Ὑπόπτερος ἡ ψυχὴ, ἀλλὰ βαρύνει ταύτην ἡ σάρξ· ὀξεῖα ἐκείνη πρὸς τὰ οὐράνια, ἀλλὰ βραδεῖα αὕτη πρὸς τὰ ἐπίγεια· τῆς δὲ σῆς βοηθείας παρούσης, ἔσται δυνατὰ καὶ τὰ λίαν ἀδύνατα. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.