Ancient Greek
Εἰς τὴν πίστιν τῆς Ἄννης, καὶ εἰς τὴν φιλοσοφίαν, καὶ εἰς τὴν ἐπιείκειαν αὐτῆς, καὶ περὶ τῆς εἰς τοὺς ἱερέας τιμῆς, καὶ εἰς τὸ δεῖν καὶ ἀρχομένους ἀρίστου, καὶ λήγοντας εὔχεσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 1.1-2
Not analysed yet
Οὐδὲν ἄρα ἴσον εὐχῆς, ἀγαπητοὶ, οὐδὲν πίστεως δυνατώτερον. Ἀμφότερα ἔδειξεν ἡμῖν ἡ Ἄννα πρώην· μετὰ γὰρ τούτων προσελθοῦσα τῷ Θεῷ τῶν δώρων, πάντα ὅσα ἠθέλησεν ἤνυσε, καὶ φύσιν πεπηρωμένην διώρθωσε, καὶ μήτραν κεκλεισμένην ἀνέῳξε, καὶ αἰσχύνην ἀνεῖλε, καὶ τὰ ὀνείδη τῆς ἀντιζήλου κατέλυσε, καὶ πρὸς παῤῥησίαν ἑαυτὴν πολλὴν ἐπανήγαγεν, ἐκ πέτρας ἀγόνου στάχυν κομῶντα θερίσασα. Καὶ πάντες ἠκούσατε, πῶς ηὔξατο, πῶς ᾔτησε, καὶ ἔπεισε καὶ ἔλαβε, καὶ ἔτεκε καὶ ἔθρεψε καὶ ἀνέθηκε τὸν Σαμουήλ. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, μητέρα ὁμοῦ καὶ πατέρα τοῦ παιδίου τὴν γυναῖκα ταύτην προσειπών. Εἰ γὰρ καὶ ὁ ἀνὴρ ἔσπειρεν, ἀλλὰ τῷ σπέρματι τὴν δύναμιν ταύτης παρέσχεν ἡ εὐχὴ, καὶ σεμνοτέρας τοῦ Σαμουὴλ τὰς ἀρχὰς τῆς γεννήσεως ἐποίησεν. Οὐ γὰρ δὴ, καθάπερ ἐπὶ τῶν λοιπῶν, ὕπνος καὶ σύνοδοι τῶν γεννησαμένων μόνον, ἀλλ' εὐχαὶ, καὶ δάκρυα, καὶ πίστις ἀρχαὶ τῆς γεννήσεως ταύτης ἐγένοντο, καὶ σεμνοτέρας τῶν ἄλλων ἔσχε τὰς γονὰς προφήτης, διὰ τὴν πίστιν τῆς μητρὸς γεγονώς. Διὸ καὶ περὶ ταύτης εὐκαίρως ἄν τις εἴποι τῆς γυναικός· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Ταύτην ζηλώσωμεν ἄνδρες, ταύτην μιμησώμεθα, γυναῖκες· καὶ γὰρ ἑκατέρου τοῦ γένους διδάσκαλός ἐστιν ἡ γυνή. Ὅσαι στεῖραι, μὴ ἀπαγορευέτωσαν· ὅσαι μητέρες, οὕτω τρεφέτωσαν τεχθέντα τὰ παιδία· καὶ πάντες ζηλώσωμεν τῆς γυναικὸς τὴν φιλοσοφίαν τὴν πρὸ τοῦ τόκου, τὴν πίστιν τὴν ἐν τῷ τόκῳ, τὴν σπουδὴν τὴν μετὰ τὸν τόκον. Τί γὰρ ἂν γένοιτο τῆς γυναικὸς ἐκείνης φιλοσοφώτερον, ἣ συμφορὰν οὕτως ἀφόρητον πράως ἤνεγκε καὶ γενναίως, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἔλυσε τὸ δεινὸν, καὶ τοῦ κακοῦ πέρας εὗρε θαυμαστὸν καὶ παράδοξον, οὐδένα κάτωθεν λαβοῦσα σύμμαχον καὶ βοηθόν; Καὶ γὰρ ᾔδει τὴν τοῦ Δεσπότου φιλανθρωπίαν· διὸ καὶ μόνη προσῆλθε, καὶ ἤνυσεν ὅπερ ἠθέλησεν. Οὐ γὰρ ἀνθρωπίνης βοηθείας, ἀλλὰ τῆς θείας ἐδεῖτο χάριτος ἡ διόρθωσις τῆς ἀθυμίας ἐκείνης· καὶ γὰρ οὐκ ἐν ζημίᾳ χρημάτων ἦν, ἵνα τις ἐνεγκὼν χρυσίον λύσῃ τὴν ἀθυμίαν· οὐκ ἐν σώματος ἀῤῥωστίᾳ, ἵνα ἰατρῶν παρακαλέσῃ παῖδας, καὶ ἀπελάσῃ τὸ νόσημα. Φύσις ἦν ἡ ἐπηρεαζομένη, τῆς ἄνωθεν δεομένη χειρός. Διὸ δὴ πάντα τὰ ἐπὶ γῆς ἀφεῖσα, πρὸς τὸν τῆς φύσεως ἔδραμε Δεσπότην, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἂν αὐτὸν ἔπεισε λῦσαι τὴν ἀπαιδίαν, καὶ τὴν μήτραν ἀνοῖξαι, καὶ ποιῆσαι μητέρα τὴν στεῖραν. Μακαρία μὲν οὖν καὶ διὰ τοῦτο, οὐχ ὅτι μήτηρ ἐγένετο, ἀλλ' ὅτι οὐκ οὖσα ἐγένετο. Ἐκεῖνο μὲν γὰρ κοινὸν τῆς φύσεως, τοῦτο δὲ ἐξαίρετον τῆς γυναικὸς ἦν κατόρθωμα. Μακαρία μὲν οὖν καὶ διὰ τὰς ὠδῖνας ἐκείνας, μακαρία δὲ οὐχ ἧττον καὶ διὰ τὰ πρὸ τῶν ὠδίνων ἅπαντα. Ἴστε γὰρ δήπου πάντες, καὶ γυναῖκες, καὶ ἄνδρες, ὡς οὐδὲν ἀφορητότερον ἀπαιδίας γυναικὶ γένοιτ' ἄν· ἀλλὰ κἂν μυριάκις ἀπολαύῃ τῆς εὐημερίας, τὴν ἐκ τῆς πληγῆς ταύτης ὀδύνην ἐγγινομένην αὐτῇ οὐκ ἄν ποτε ἀποκρούσαιτο. Εἰ δὲ νῦν οὕτως ἀφόρητον, ὅτε πρὸς μείζονα φιλοσοφίαν ἐκλήθημεν, καὶ πρὸς τὸν οὐρανὸν ὁδεύομεν, καὶ λόγος ἡμῖν τῶν παρόντων οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν παρασκευαζόμεθα, καὶ πολὺ τὸ τῆς παρθενίας ἐγκώμιον, ἐννόησον ἡλίκον τότε κακὸν τὸ πρᾶγμα ἐνομίζετο εἶναι, ὅτε τῶν μελλόντων μὲν οὐδεμία τις ἦν ἐλπὶς, οὐδὲ ἔννοια τοῖς παλαιοῖς, πάντα δὲ ὑπὲρ τῶν παρόντων ἔπραττον πραγμάτων, καὶ ἀρά τις ἦν καὶ καταδίκη τὸ στεῖραν εἶναι καὶ ἄγονον. Οὐκ ἔστιν εἰπεῖν, οὐδὲ παραστῆσαι τῷ λόγῳ τὴν ἀπὸ τῆς πληγῆς ταύτης ὀδύνην. Μαρτυροῦσι δὲ γυναῖκες, ὅσαι πᾶσαν μὲν ἐπεδείξαντο φιλοσοφίαν, ταύτην δὲ τὴν δυσκληρίαν οὐκ ἤνεγκαν· ἀλλ' αἱ μὲν πρὸς τοὺς ἄνδρας ἐδυσχέραινον, αἱ δὲ τὸν βίον ἀβίωτον εἶναι ἐνόμισαν. Τὴν δὲ γυναῖκα ταύτην οὐκ ἀθυμία μόνον ἡ διὰ τὴν στείρωσιν, ἀλλὰ καὶ ἕτερον ἐπολιόρκει πάθος, θυμὸς διὰ τὰ ὀνείδη τῆς ἀντιζήλου. Καὶ καθάπερ ἀνέμων ἀπεναντίας ἀλλήλοις ἐμπιπτόντων, καὶ σκάφος μέσον ἐν τῇ πρὸς ἀλλήλους ἀπολαβόντων μάχῃ, καὶ πολλὰ μὲν ἀπὸ τῆς πρύμνης, πολλὰ δὲ ἀπὸ τῆς πρώρας ἐγειρόντων τὰ κύματα, ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος διασώζει τὸ σκάφος, τὰς τῶν κυμάτων ἐμβολὰς τῇ τῆς ἐπιστήμης σοφίᾳ διακρουόμενος· οὕτω καὶ ἡ γυνὴ τότε ἐκείνη, καθάπερ πνευμάτων ἐναντίων, τοῦ θυμοῦ, καὶ τῆς ἀθυμίας, εἰς τὴν ψυχὴν αὐτῆς ἐμπεσόντων, καὶ τοὺς λογισμοὺς αὐτῆς διακοπτόντων, καὶ πολλὰ τὰ κύματα ἐγειρόντων, οὐχὶ δύο, καὶ τρεῖς, καὶ εἴκοσι ἡμέρας, ἀλλ' ἐπ' ἐνιαυτοὺς ὁλοκλήρους (καὶ γὰρ ἐξ ἱκανοῦ τοῦτο ἐγένετο, φησίν)· ἤνεγκε τὸν χειμῶνα γενναίως, καὶ καταποντισθῆναι τὸν λογισμὸν οὐκ εἴασεν. Ὁ γὰρ τοῦ Θεοῦ φόβος, καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος, ἔπειθε γενναίως φέρειν τὸ κλυδώνιον ἐκεῖνο· καὶ οὐ πρότερον ἀπέστη διακυβερνῶν αὐτῆς τὴν ψυχὴν, ἕως εἰς τὸν εὔδιον λιμένα κατήγαγε πεπληρωμένην τοῦ φορτίου τὴν ναῦν, καὶ πολυτίμου θησαυροῦ τὴν γαστέρα γέμουσαν. Οὐ γὰρ χρυσίον, οὐδὲ ἀργύριον ἐβάσταζεν, ἀλλὰ προφήτην καὶ ἱερέα· καὶ διπλοῦς ἦν αὐτῆς τῆς γαστρὸς ὁ ἁγιασμὸς, ὅτι τε τοιοῦτον ἦν τὸ κυούμενον παιδίον, ὅτι τε ἐξ εὐχῆς καὶ τῆς ἄνωθεν χάριτος τὴν ἀρχὴν τῆς κυήσεως ἔλαβεν.