Ancient Greek · ~26 min
Εἰς τὸ δεῖν καὶ ἐν τῇ Πεντηκοστῇ καὶ ἀεὶ τῆς νηστείας μεμνῆσθαι, καὶ ὅτι οὐ παρουσία μόνον, ἀλλὰ καὶ μνήμη νηστείας ὠφελεῖ· καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ ὅτι μετὰ τῶν ἄλλων οὐ μικρὸν μέρος αὐτῆς ἡ φυσικὴ τῶν γονέων περὶ τὰ ἔκγονα φιλία· καὶ ὅτι οὐ πατράσι μόνον, ἀλλὰ καὶ μητράσιν ἐπιτέτακται τὰ παιδία ῥυθμίζειν, καὶ πρὸς τῷ τέλει περὶ τῆς Ἄννης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 6.1
Not analysed yet
Καὶ σκόπει γυναικὸς εὐλάβειαν. Οὐκ εἶπεν, Ἐὰν δῷς μοι τρεῖς, τοὺς δύο σοι δίδωμι, ἐὰν δὲ δύο, τὸν ἕνα σοι δίδωμι· ἀλλ', ἐὰν μόνον ἕνα δῷς, ὁλόκληρον ἀνατίθημί σοι τὸν καρπόν. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ πίεται. Οὔπω ἔλαβε τὸ παιδίον, καὶ ἤδη διαπλάττει προφήτην, καὶ περὶ τῆς παιδοτροφίας αὐτοῦ διαλέγεται, καὶ συνθήκας ποιεῖται πρὸς τὸν Θεόν. Ὢ παῤῥησίας γυναικός. Ἐπειδὴ καταβαλεῖν οὐδὲ τότε εἶχε, διὰ τὸ μηδέπω λαβεῖν, ἀπὸ τῶν μελλόντων καταβάλλει τὴν τιμήν. Καὶ καθάπερ πολλοὶ τῶν γηπόνων ἐν πενίᾳ ζῶντες ἐσχάτῃ, καὶ ἀργύριον οὐκ ἔχοντες ὥστε μόσχον ἢ πρόβατον πρίασθαι, ἐφ' ἡμισείᾳ παρὰ τῶν δεσποτῶν αὐτὰ λαμβάνουσιν, ἀπὸ τῶν μελλόντων καρπῶν τὴν τιμὴν ὑπισχνούμενοι καταβαλεῖν· οὕτω δὴ καὶ αὕτη, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐποίησεν. Οὐ γὰρ ἐφ' ἡμισείᾳ τὸν υἱὸν λαμβάνει παρὰ τοῦ Θεοῦ, ἀλλ' ὥστε ὁλόκληρον αὐτῷ ἀποδοῦναι πάλιν, καὶ τὴν παιδοτροφίαν καρπώσασθαι. Ἀρκοῦσαν γὰρ ἀμοιβὴν εἶναι ἐνόμισε, τὸ πονέσαι περὶ τὸν τοῦ Θεοῦ ἱερέα. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ πίεται, φησίν. Οὐκ ἐνενόησε πρὸς ἑαυτὴν, λέγουσα· Τί δὲ ἂν ἁπαλὸς ὢν ὑπὸ τῆς ὑδροποσίας διαφθείρηται; τί δὲ ἂν ἀῤῥωστίᾳ περιπέσῃ; τί δὲ ἂν ἀποθάνῃ, νόσῳ παραδοθεὶς χαλεπῇ; Ἀλλ' ἐννοήσασα ὅτι ὁ δοὺς αὐτὸν, αὐτὸς καὶ τῆς ὑγείας προνοῆσαι δυνήσεται, ἐξ αὐτῶν τῶν σπαργάνων καὶ τῶν ὠδίνων εἰς τὴν ἁγιωσύνην αὐτὸν ἐνεβίβασεν, ἐπὶ τὸν Θεὸν ῥίψασα τὸ πᾶν, καὶ πρὸ τῶν ὠδίνων ἡ γαστὴρ αὐτῆς ἡγιάζετο προφήτην ἔχουσα, καὶ ἱερέα κυοῦσα, καὶ τὸ ἀνάθημα φέρουσα, ἀνάθημα ἔμψυχον. Διὰ ταῦτα ἠνείχετο ἀθυμούσης αὐτῆς ὁ Θεὸς, διὰ τοῦτο βραδέως ἐδίδου, ἵνα λαμπροτέραν αὐτὴν τῷ τρόπῳ τοῦ τόκου ποιήσῃ, ἵνα δείξῃ τὴν φιλοσοφίαν. Καὶ γὰρ εἰς τὴν εὐχὴν καταστᾶσα οὐκ ἐμνήσθη τῆς ἀντιζήλου, οὐκ εἶπεν αὐτῆς τὰς λοιδορίας, οὐκ ἤνεγκεν εἰς μέσον τὰ ὀνείδη, οὐκ εἶπεν· Ἐκδίκησόν με ἐκ τῆς μιαρᾶς καὶ πονηρᾶς γυναικὸς ἐκείνης· ἅπερ πολλαὶ ποιοῦσι γυναῖκες· ἀλλὰ μηδὲ μνησθεῖσα τῶν ὀνειδῶν ἐκείνων, περὶ τῶν αὐτῇ συμφερόντων ηὔχετο μόνον. Τοῦτο καὶ σὺ ποίησον, ἄνθρωπε, καὶ ὅταν ἴδῃς ἐχθρὸν λυποῦντα, πρὸς ἐκεῖνον μὲν μηδὲν ἐκβάλῃς ῥῆμα πικρὸν, μηδὲ εὔξῃ κατ' αὐτοῦ πρὸς σὲ ἀπεχθῶς ἔχοντος· εἰσελθὼν δὲ, καὶ τὰ γόνατα κάμψας, καὶ δάκρυα ἀφεὶς, παρακάλει τὸν Θεὸν λῦσαι τὴν ἀθυμίαν, σβέσαι τὴν λύπην· ὅπερ οὖν καὶ αὕτη πεποίηκε, καὶ τὰ μέγιστα παρὰ τῆς ἐχθρᾶς ἐκαρπώσατο γυναικός. Ἐκείνη γὰρ πρὸς τὸν τόκον τοῦ παιδίου συνέπραξε. Καὶ πῶς, ἐγὼ λέγω. Ἐπειδὴ ὠνείδισεν, ἔθλιψε, καὶ μείζονα τὴν ὀδύνην εἰργάσατο, ἀπὸ τῆς ὀδύνης ἡ εὐχὴ προσεκτικωτέρα γέγονεν, ἡ εὐχὴ τὸν Θεὸν ἐπεσπάσατο, καὶ ἐπινεῦσαι ἐποίησε, καὶ οὕτως ὁ Σαμουὴλ ἐτέχθη. Ὥστε, ἐὰν νήφωμεν, οὐ μόνον ἡμᾶς οἱ ἐχθροὶ οὐδὲν παραβλάψαι δυνήσονται, ἀλλὰ καὶ ὠφελήσουσι τὰ μέγιστα, πρὸς πάντα ἡμᾶς σπουδαιοτέρους ἐργαζόμενοι, μόνον ἂν μὴ πρὸς λοιδορίας καὶ ὕβρεις, ἀλλὰ πρὸς εὐχὰς ἑαυτοὺς ἄγωμεν ἀπὸ τῆς παρ' ἐκείνων ἐγγινομένης ἡμῖν ἀθυμίας. Τεκοῦσα δὲ τὸ παιδίον, ἐκάλεσεν αὐτὸ Σαμουὴλ, τουτέστιν, Ἀκούσει Θεοῦ. Ἐπειδὴ γὰρ ἐκ τοῦ ἀκουσθῆναι, καὶ ἐξ εὐχῆς αὐτὸν ἔλαβε, καὶ οὐκ ἀπὸ φύσεως, τῆς ἐργασίας τὴν μνήμην, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τοῦ παιδίου λοιπὸν ἐναπέθετο. Καὶ οὐκ εἶπε, Καλέσωμεν αὐτὸν τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, ἢ τοῦ θείου, ἢ τοῦ πάππου, ἢ τοῦ ἐπιπάππου· ἀλλ' αὐτὸς ὁ δεδωκὼς αὐτὸν, αὐτὸς καὶ τῇ προσηγορίᾳ τοῦ παιδίου τιμάσθω, φησί. Ταύτην ζηλώσατε, γυναῖκες, ταύτην μιμησώμεθα, ἄνδρες, καὶ τοσαύτην περὶ τὰ παιδία ποιώμεθα τὴν ἐπιμέλειαν, οὕτως ἐκτρέφωμεν τοὺς τεχθέντας, ἔν τε τοῖς ἄλλοις ἅπασιν, ἕν τε τῷ τῆς σωφροσύνης λόγῳ. Οὐδὲν γὰρ οὕτω σπουδάζειν χρὴ καὶ φροντίζειν τῶν νέων, ὡς σωφροσύνης ἕνεκεν καὶ σεμνότητος. Τοῦτο γὰρ μάλιστα τὸ πάθος ἐκείναις ἐνοχλεῖ ταῖς ἡλικίαις· καὶ ὅπερ ἐπὶ τῶν λύχνων ποιοῦμεν, τοῦτο καὶ ἐπὶ τῶν παιδίων φυλάττωμεν. Πολλάκις γοῦν θεραπαινίδι λύχνον ἁπτούσῃ παρακελευόμεθα μὴ παραγαγεῖν τὸν λύχνον, ἔνθα ἂν ᾖ καλάμη, ἢ χόρτος, ἤ τι τῶν τοιούτων, μήποτε ἀγνοούντων ἡμῶν, σπινθήρ τις ἐκπεσὼν, καὶ τῆς ὕλης ἐπιλαβόμενος ἐκείνης, ὁλόκληρον ἐμπρήσῃ τὴν οἰκίαν· ταύτην καὶ ἐπὶ τῶν παιδίων τὴν πρόνοιαν ἔχωμεν, καὶ μὴ παράγωμεν αὐτῶν τὰς ὄψεις, ἔνθα θεραπαινίδες ἀσελγεῖς, ἔνθα κόραι ἄσωτοι, ἔνθα δοῦλαι ἀκόλαστοι, ἀλλὰ κελεύωμεν, καὶ παρεγγυῶμεν, κἂν θεραπαινίδα τοιαύτην ἔχωμεν, κἂν γείτονα, κἂν ἁπλῶς ἑτέραν τινὰ τοιαύτην, μήτε εἰς ὄψιν, μήτε εἰς συνουσίαν λόγων τοῖς νέοις ἔρχεσθαι, ὥστε μὴ σπινθῆρα ἐκεῖθεν ἐκπεσόντα ὁλόκληρον ἀνάψαι τοῦ παιδίου τὴν ψυχὴν, καὶ ἀπαραμύθητον γενέσθαι τὴν συμφοράν. Μὴ θεαμάτων δὲ μόνον, ἀλλὰ καὶ ἀκουσμάτων αὐτοὺς μαλθακῶν καὶ διακεκλασμένων ἀπάγωμεν, ἵνα μὴ γοητεύηται διὰ τούτων αὐτοῖς ἡ ψυχή· μηδὲ εἰς θέατρα αὐτοὺς ἀνάγωμεν, μηδὲ εἰς συμπόσια καὶ μέθας, ἀλλὰ τῶν θαλαμευομένων παρθένων μᾶλλον ἡμῖν οἱ νέοι φυλαττέσθωσαν. Οὐδὲν γὰρ οὕτω τὴν ἡλικίαν ἐκείνην κοσμεῖν πέφυκεν, ὡς ὁ τῆς σωφροσύνης στέφανος, καὶ τὸ πάσης ἀσελγείας καθαρεύοντα πρὸς γάμον ἐλθεῖν. Οὕτω καὶ αἱ γυναῖκες αὐτοῖς γένοιντ' ἂν ποθειναὶ, ὅταν μὴ πορνείαν ἡ ψυχὴ προμεμελετηκυῖα, μηδὲ διεφθαρμένη ᾖ, ὅταν ἐκείνην εἰδὼς ᾖ τὴν γυναῖκα μόνον ὁ νέος τὴν γάμῳ συναφθεῖσαν αὐτῷ. Οὕτω καὶ οἱ ἔρωτες θερμότεροι, καὶ ἡ εὔνοια γνησιωτέρα, καὶ ἡ φιλία ἀκριβεστέρα γίνεται, ὅταν μετὰ τοιαύτης φυλακῆς ἐπὶ τοὺς γάμους οἱ νέοι βαδίζωσιν. Ὡς τά γε νῦν γινόμενα, οὐ γάμος ἐστὶν, ἀλλ' ἁπλῶς χρημάτων ἐμπορία, καὶ καπηλεία. Ὅταν γὰρ καὶ πρὸ τῶν γάμων διεφθαρμένος ὁ νέος ᾖ, καὶ μετὰ τὸν γάμον πάλιν πρὸς ἑτέραν βλέπῃ γυναῖκα, τί τῶν γάμων ὄφελος, εἰπέ μοι; Μείζων μὲν οὖν ἡ κόλασις, ἀσύγγνωστος ἡ ἁμαρτία, ὅταν γυναικὸς ἔνδον οὔσης εἰς πόρνας ἑαυτὸν καταισχύνῃ, καὶ μοιχείαν ἐργάζηται. Μετὰ γὰρ γυναῖκα, κἂν πόρνη ᾖ ἡ προσφθειρομένη τῷ γεγαμηκότι, μοιχεία τὸ πρᾶγμά ἐστι. Ταῦτα δὲ γίνεται, καὶ μετὰ γάμον πρὸς τὰς ἑταιριζομένας γυναῖκας τρέχουσιν, ἐπειδὴ πρὸ τοῦ γάμου σωφρονεῖν οὐκ ἐμελέτησαν. Ἐντεῦθεν μάχαι, καὶ λοιδορίαι, καὶ οἰκιῶν ἀνατροπαὶ, καὶ καθημερινοὶ πόλεμοι· ἐντεῦθεν ὁ πρὸς τὴν γυναῖκα ἔρως ὑποῤῥεῖ καὶ μαραίνεται, τῆς ἐν τοῖς πορνείοις ὁμιλίας ἐκλυούσης αὐτόν. Ὡς ἐὰν σωφρονεῖν μάθῃ, πάντων ποθεινοτέραν τὴν αὐτοῦ γυναῖκα ἡγήσεται, καὶ μετὰ πολλῆς αὐτὴν ὄψεται τῆς εὐνοίας, καὶ πολλὴν πρὸς αὐτὴν τηρήσει τὴν ὁμόνοιαν, εἰρήνης δὲ οὔσης καὶ ὁμονοίας, πάντα εἰς τὴν οἰκίαν ἐκείνην εἰσελεύσεται τὰ ἀγαθά. Ἵν' οὖν καὶ τὰ ἐνταῦθα ἡμῖν καλῶς οἰκονομῆται, καὶ μετὰ τούτων καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, καὶ ἡμῶν αὐτῶν καὶ τῶν παιδίων προνοῶμεν, ταύτης ἕνεκεν μάλιστα τῆς ἐντολῆς, ὅπως μὴ ῥυπαρὰ ἐνδεδυμένοι ἱμάτια, εἰς τὸν πνευματικὸν ἐκεῖνον εἰσέλθωμεν γάμον, ἀλλὰ μετὰ παῤῥησίας πολλῆς ἀπολαύσωμεν τῆς ἐκεῖ κειμένης τοῖς ἀξίοις τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.