Ancient Greek
ΟΜΙΛΙΑ Γʹ Εἰς τὴν Ἄνναν, καὶ εἰς τὴν τοῦ Σαμουὴλ γαλακτοτροφίαν· καὶ ὅτι χρήσιμος ἡ περὶ τὸν τόκον βραδύτης, καὶ ὅτι ἐπικίνδυνον καὶ σφαλερὸν τὸ τῶν παίδων ἀμελεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 1.1-3
Not analysed yet
Εἰ μὴ δοκῶ προσκορής τισιν εἶναι καὶ φορτικὸς, βούλομαι τῆς αὐτῆς ὑποθέσεως ἅψασθαι πάλιν, ὑπὲρ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ πρὸς τὴν Ἄνναν ὑμᾶς χειραγωγῆσαι, καὶ εἰς τὸν λειμῶνα τῶν κατορθωμάτων τῆς γυναικὸς εἰσαγαγεῖν τὸν λόγον· λειμῶνα οὐχὶ ῥοδωνιὰν ἔχοντα, οὐδὲ ἄνθη μαραινόμενα, ἀλλ' εὐχὴν καὶ πίστιν καὶ ἀνεξικακίαν πολλήν. Πολὺ γὰρ ταῦτα τῶν ἠρινῶν ἀνθέων εὐωδέστερα οὐχὶ πηγαῖς ὑδάτων, ἀλλ' ὄμβροις δακρύων ἀρδόμενα. Οὐ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν παρασκευάζουσιν· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς ταύτης ἐγένετο. Ὁμοῦ γὰρ ἐφθέγξατο, καὶ πρὸς τὸν οὐρανὸν ἀνέδραμεν ἡ εὐχὴ, καὶ καρπὸν ἤνεγκεν ὥριμον αὐτῇ, τὸν ἅγιον Σαμουήλ. Μὴ δὴ δυσχεράνητε, εἰ τῆς αὐτῆς ὑποθέσεως ἀρχόμεθα πάλιν. Οὐ γὰρ τὰ αὐτὰ ἐροῦμεν, ἀλλ' ἕτερά τινα νέα καὶ πρόσφατα. Καὶ γὰρ ἐπὶ τῆς αἰσθητῆς τραπέζης ἐξ ἑνὸς ὄψου πολλὰ ἄν τις ἐδέσματα κατασκευάσειε. Καὶ τοὺς χρυσοχόους δὲ ὁρῶμεν ἀπὸ μιᾶς μάζης χρυσίου καὶ ψέλλια, καὶ περιδέῤῥαια, καὶ ἕτερα πολλὰ ποιοῦντας χρυσία. Εἰ γὰρ καὶ μονοειδὴς ἡ ὕλη, ἀλλὰ ποικίλον ἡ τέχνη, καὶ οὐ στενοχωρεῖται τῷ μονοτρόπῳ τῆς ὑποκειμένης οὐσίας εὐπόριστος οὖσα καὶ πολυμήχανος. Εἰ δὲ τὰ ἐνταῦθα τοιαῦτα, πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος χάρις. Ὅτι γὰρ ποικίλη ταύτης ἡ τράπεζα, καὶ πολύτροπος, καὶ πολυειδὴς, ἄκουσον τοῦ Παύλου λέγοντος· ᾯ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ὁρᾷς πῶς ποικίλη; Οἱ ποταμοὶ πολλοὶ, ἀλλὰ μία, φησὶν, ἡ πηγή· διάφορα τὰ ἐδέσματα, ἀλλ' εἷς ὁ ἑστιάτωρ. Ἐπεὶ οὖν τοσαύτη ἡ τοῦ Πνεύματος χάρις, μὴ ἀποκάμωμεν. Εἴδομεν δὲ αὐτὴν στεῖραν οὖσαν, εἴδομεν αὐτὴν μητέρα γενομένην, εἴδομεν δακρύουσαν, εἴδομεν χαίρουσαν· συνηλγήσαμεν τότε, συνησθῶμεν σήμερον. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσε, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Τοῦτο δὲ οὐκ ἐπὶ τῶν συνακμασάντων ἡμῖν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πάλαι γεγενημένων ποιεῖν χρή. Καὶ μή μοι λεγέτω τις· Ναὶ τί μοι κέρδος ἀπὸ τῆς Ἄννης ἔσται, καὶ τῶν ταύτης διηγημάτων; Αἵ τε γὰρ στεῖραι δυνήσονται μαθεῖν, πῶς ἂν γένοιντο μητέρες· καὶ αἱ μητέρες εἴσονται πάλιν, ποῖος παιδοτροφίας ἄριστος ἂν γένοιτο τρόπος. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἄνδρες μέγιστα ἀπὸ τῆς ἱστορίας ταύτης καρπώσονται, παιδευθέντες ἡμέρως πρὸς τὰς αὐτῶν διακεῖσθαι γυναῖκας, κἂν ἀπαιδίαν νοσῶσι, καθάπερ ὁ Ἐλκανὰ πρὸς τὴν Ἄνναν διέκειτο. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον τούτου μεῖζον κερδανοῦσι, μαθόντες ὅτι δεῖ τοὺς γονεῖς ἅπαντας τῷ Θεῷ τὰ τεχθέντα τρέφειν παιδία. Μὴ τοίνυν, ἐπειδὴ χρήματα καὶ ἀργύριον οὐκ ἔστι λαβεῖν ἀπὸ τοῦ διηγήματος, ἀνόνητον ἡμῖν εἶναι τὴν ἀκρόασιν νομίζωμεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο κερδαλέαν καὶ ὠφέλιμον, ἐπειδὴ οὐ χρυσίον καὶ ἀργύριον, ἀλλ' ὃ πολλῷ μεῖζον τούτων ἐστὶ, ψυχῆς εὐλάβειαν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς ἡμῖν δείκνυσι θησαυροὺς, καὶ διδάσκει πῶς ἅπαντα διακρουσόμεθα κίνδυνον. Χρήματα μὲν γὰρ παρασχεῖν καὶ ἀνθρώποις ῥᾴδιον· διορθῶσαι δὲ φύσιν, καὶ ἀθυμίαν λῦσαι τοιαύτην, καὶ ὀδύνην ἀνελεῖν, καὶ ψυχὴν ἀναστῆσαι καταπίπτειν μέλλουσαν, ἀνθρώπῳ μὲν οὐδενὶ, τῷ δὲ τῆς φύσεως Δεσπότῃ μόνῳ δυνατόν. Σὺ δὲ, εἰ μὲν νόσημα ἀνίατον ἔχουσα, καὶ τὴν πόλιν περιελθοῦσα ἅπασαν, καὶ χρήματα δαπανήσασα, καὶ ἰατροῖς χρησαμένη πολλοῖς, καὶ μηδεμίαν εὑροῦσα παραμυθίαν, ἐνέτυχες γυναικὶ τὸ αὐτὸ παθούσῃ πάθος καὶ ἀπαλλαγείσῃ, οὐκ ἂν ἀπέστης ἱκετεύουσα, παρακαλοῦσα, δεομένη, ὥστε πεῖσαι τὸν ἀπαλλάξαντα δεῖξαι· νυνὶ δὲ ὁρῶσα Ἄνναν ἑστῶσαν ἐν τῷ μέσῳ, καὶ τὸ πάθος αὐτῆς ἐξηγουμένην, καὶ τὸ φάρμακον λέγουσαν, καὶ τὸν ἰατρὸν δεικνύουσαν χωρὶς ἱκετηρίας, χωρὶς παρακλήσεως, οὐ προσελεύσῃ καὶ λήψῃ τὸ φάρμακον, οὐδὲ ἀκούσῃ τῆς ἱστορίας μετ' ἀκριβείας ἁπάσης; Καὶ τίνος δυνήσῃ ποτὲ ἐπιτυχεῖν ἀγαθοῦ; Ἀλλ' ἕτεροι μὲν καὶ πελάγη διέβαλον μακρὰ πολλάκις, καὶ πολλὴν ἀποδημίαν ἐστείλαντο, καὶ χρήματα ἐδαπάνησαν, καὶ πόνον ὑπέμειναν, ἵνα τὸν ἐπὶ τῆς ἀλλοτρίας μηνυθέντα ἰατρὸν ἴδωσι, καὶ ταῦτα οὐ σφόδρα θαῤῥοῦντες, ὅτι πάντως ἀπαλλαγήσονται τοῦ νοσήματος· σὺ δὲ, ὦ γύναι, οὐ διαπόντιον ἀποδημίαν στέλλεσθαι μέλλουσα, οὐδὲ εἰς τὴν ὑπερορίαν μετοικίζεσθαι, οὐδὲ πόνον τινὰ τοιοῦτον ὑπομένειν· καὶ τί λέγω τὴν ὑπερορίαν; οὐδὲ αὐτὸν μὲν οὖν τὸν οὐδὸν ἀναγκαζομένη τῆς οἰκίας ὑπερβῆναι, ἀλλὰ καὶ ἐν αὐτῷ δυναμένη τῷ θαλάμῳ συγγενέσθαι τῷ ἰατρῷ, καὶ χωρὶς μεσίτου τινὸς αὐτῷ διαλεχθῆναι περὶ πάντων ὧν ἂν ἐθέλῃς (Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν), ἀναβάλλῃ καὶ ὀκνεῖς; Καὶ ποίαν ἕξεις ἀπολογίαν; τίνος ἀπολαύσῃ συγγνώμης, ὅταν καὶ εὔκολον καὶ πανταχόθεν ῥᾳδίαν τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὑρεῖν δυναμένη, ῥᾳθυμῇς, καὶ τὴν σαυτῆς σωτηρίαν προδιδῷς; Οὐ γὰρ δὴ μόνον στείρωσιν ὁ ἰατρὸς οὗτος, ἀλλὰ καὶ πᾶν ὁτιοῦν νόσημα καὶ ψυχῆς καὶ σώματος θεραπεῦσαι δύναται, θελήσας μόνον. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι χωρὶς πόνου, καὶ ἀποδημίας, καὶ δαπάνης, καὶ μεσιτῶν, ἀλλ' ὅτι καὶ χωρὶς ἀλγηδόνος τὴν ἰατρείαν ποιεῖται. Οὐ γὰρ σιδήρῳ καὶ πυρὶ πρὸς τὸ πάθος ἵσταται, καθάπερ οἱ τῶν ἰατρῶν παῖδες ποιοῦσιν· ἀλλ' ἀρκεῖ νεῦσαι μόνον, καὶ πᾶσα μὲν ἀθυμία, πᾶσα δὲ ὀδύνη, καὶ πάθος ἅπαν δραπετεύει καὶ φυγαδεύεται.