Ancient Greek · ~16 min
Εἰς τὴν πίστιν τῆς Ἄννης, καὶ εἰς τὴν φιλοσοφίαν, καὶ εἰς τὴν ἐπιείκειαν αὐτῆς, καὶ περὶ τῆς εἰς τοὺς ἱερέας τιμῆς, καὶ εἰς τὸ δεῖν καὶ ἀρχομένους ἀρίστου, καὶ λήγοντας εὔχεσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 6.1-2
Not analysed yet
Ἐπανέλθωμεν τοίνυν πάλιν ἐπὶ τὰ ῥήματα αὐτῆς, τὰ φιλοσοφίας γέμοντα πολλῆς καὶ πραότητος. Εἰποῦσα γὰρ, Οὐχὶ, κύριε, ἐπήγαγε· Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα. Παρατήρησον πῶς οὐδὲ ἐνταῦθα λέγει τὰ ὀνείδη τῆς ἀντιζήλου, οὐδὲ ἐκπομπεύει τὴν πονηρίαν ἐκείνης, οὐδὲ ἐκτραγῳδεῖ τὴν συμφορὰν τὴν οἰκείαν, ἀλλὰ τοσοῦτον ἀποκαλύπτει τὴν ἑαυτῆς ἀθυμίαν, ὅσον ἀπολογήσασθαι πρὸς τὸν ἱερέα μόνον. Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ, φησὶν, ἐγώ εἰμι· καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου. Οὐκ εἶπεν, Εὔχομαι τῷ Θεῷ, ἱκετεύω τὸν Θεὸν, ἀλλ' Ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου· τουτέστιν, ὅλην ἐμαυτὴν μετέστησα πρὸς τὸν Θεὸν, τὴν διάνοιάν μου ἐξεκένωσα πρὸς αὐτὸν, ὅλῃ ψυχῇ καὶ δυνάμει τὴν εὐχήν μου ἐποιησάμην, εἶπον τῷ Θεῷ τὴν συμφορὰν τὴν ἐμὴν, ἔδειξα τὸ ἕλκος· ἐκεῖνος τὸ φάρμακον θεῖναι δύναται. Μὴ δῷς τὴν δούλην σου εἰς πρόσωπον, εἰς θυγατέρα λοιμήν. Πάλιν δούλην ἑαυτὴν καλεῖ, καὶ πολλὴν ποιεῖται σπουδὴν, ὥστε μὴ πονηρὰν δόξαν παρὰ τῷ ἱερεῖ λαβεῖν. Καὶ οὐκ εἶπε πρὸς ἑαυτήν· Τί δέ μοι μέλει τῆς τούτου διαβολῆς; ἁπλῶς καὶ εἰκῆ κατηγόρησεν, ὑπώπτευσεν εἰς οὐδὲν δέον· τὸ συνειδός μου καθαρὸν ἔστω, καὶ πάντες με διαβαλλέτωσαν· ἀλλὰ τὸν ἀποστολικὸν ἐκεῖνον ἐπλήρου νόμον, τὸν κελεύοντα προνοεῖσθαι καλὰ μὴ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Καὶ παντὶ τρόπῳ τὴν ὑποψίαν ἀπεκρούετο λέγουσα· Μὴ δῷς τὴν δούλην σου εἰς πρόσωπον, εἰς θυγατέρα λοιμήν. Τί δέ ἐστιν, Εἰς πρόσωπον; Μὴ νομίσῃς, ἀναίσχυντον εἶναί με καὶ ἰταμήν. Ἀθυμίας, οὐ παροινίας, ἐστὶν αὕτη ἡ παῤῥησία· ὀδύνης, οὐχὶ μέθης. Τί οὖν ὁ ἱερεύς; Ὅρα κἀκείνου τὴν σύνεσιν· οὐ περιειργάσατο τὴν συμφορὰν, οὐκ ἠβουλήθη πολυπραγμονῆσαι τὴν αἰτίαν, ἀλλὰ τί φησι; Πορεύου ἐν εἰρήνῃ· δῴη σοι Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ πᾶν αἴτημα, ὃ ᾐτήσω παρ' αὐτοῦ. Τὸν κατήγορον συνήγορον εἰργάσατο ἡ γυνή. Τοσοῦτόν ἐστιν ἐπιείκεια καὶ πραότης καλόν. Καὶ ἀντὶ ὕβρεως ἐφόδια ἱκανὰ λαβοῦσα ἀπῆλθε, καὶ προστάτην ἔσχε καὶ πρεσβευτὴν τὸν ἐπιτιμήσαντα. Καὶ οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ πάλιν φησίν· Εὕροι ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου· τουτέστι, Μάθοις διὰ τοῦ τέλους αὐτοῦ, καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως, ὡς οὐκ ἀπὸ παροινίας, ἀλλ' ἐξ ὀδύνης τοσαύτης ἐποιησάμην ἱκετηρίαν καὶ τὴν δέησιν. Καὶ ἀπελθοῦσα, φησὶν, οὐκέτι συνέπεσεν. Εἶδες πίστιν γυναικός; Πρὶν λάβῃ ὅπερ ᾔτησεν, ἐθάρσησεν ὡς λαβοῦσα. Τὸ δὲ αἴτιον, ὅτι μετὰ πολλῆς ηὔξατο τῆς σφοδρότητος, μετὰ σπουδῆς ἀδιακρίτου. Διὰ τοῦτο, ὡς τὸ πᾶν εἰληφυῖα, κατῆλθεν. Ἄλλως δὲ, καὶ ὁ Θεὸς λοιπὸν αὐτῆς τὴν ἀθυμίαν ἐξέβαλε, μέλλων διδόναι τὸ δῶρον. Ταύτην ζηλώσωμεν καὶ ἡμεῖς, καὶ ἐν ἁπάσαις ταῖς συμφοραῖς πρὸς τὸν Θεὸν καταφεύγωμεν. Κἂν μὴ ἔχωμεν παιδία, παρ' ἐκείνου αἰτῶμεν· κἂν λάβωμεν, μετὰ πολλῆς ἀνατρέφωμεν αὐτὰ τῆς σπουδῆς, καὶ πάσης μὲν κακίας ἀπάγωμεν τοὺς νέους, μάλιστα δὲ ἀσελγείας· χαλεπὸς γὰρ οὗτος ὁ πόλεμος, καὶ οὐδὲν οὕτως ἐνοχλεῖ τὴν ἡλικίαν ἐκείνην, ὡς τοῦτο τὸ πάθος. Πανταχόθεν τοίνυν αὐτοὺς τειχίζωμεν συμβουλαῖς, παραινέσεσι, φόβοις, ἀπειλαῖς. Ἂν ταύτης περιγένωνται τῆς ἐπιθυμίας, οὐδὲ ἑτέρᾳ ταχέως ἁλώσονται, ἀλλὰ καὶ χρημάτων ἔσονται κρείττους, καὶ μέθης κρατήσουσι, καὶ τὰς παροινίας καὶ τὰς πονηρὰς συνουσίας πάσῃ σπουδῇ διακρούσονται, καὶ ποθεινότεροι μὲν ἔσονται τοῖς γεγεννηκόσιν, αἰδεσιμώτεροι δὲ πᾶσιν ἀνθρώποις. Τίς γὰρ οὐκ αἰδεσθήσεται σωφρονοῦντα νέον; τίς δὲ οὐκ ἀσπάσεται καὶ φιλήσει τὸν χαλινώσαντα τὰς ἀτόπους ἐπιθυμίας; τίς δὲ οὐχ αἱρήσεται καὶ τῶν σφόδρα εὐπορωτάτων μετὰ πολλῆς αὐτῷ τῆς χάριτος ἐκδοῦναι τὸ θυγάτριον, κἂν ἁπάντων ἐκεῖνος πενέστερος ᾖ; Ὥσπερ γὰρ τὸν ἐν ἀσωτίᾳ ζῶντα, καὶ πόρναις προσέχοντα, κἂν ἁπάντων εὐπορώτερος ᾖ, οὐδεὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς θελῆσαι κηδεστὴν λαβεῖν· οὕτω τὸν σώφρονα καὶ σεμνὸν οὐδεὶς οὕτως ἀνόητος, ὡς ἀποκρούσασθαι καὶ ἀτιμάσαι. Ἵν' οὖν καὶ ἀνθρώποις αἰδέσιμοι, καὶ τῷ Θεῷ ποθεινοὶ οἱ παῖδες γένωνται, κατακοσμῶμεν αὐτῶν τὰς ψυχὰς, καὶ μετὰ σωφροσύνης ἐπὶ τοὺς γάμους ἄγωμεν. Οὕτω γὰρ καὶ τὰ παρόντα αὐτοῖς, ὥσπερ ἐκ πηγῶν, ἅπαντα ἥξει, καὶ τὸν Θεὸν ἕξουσιν ἵλεων, καὶ τῆς παρούσης, καὶ τῆς μελλούσης ἀπολαύσονται δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.