Ancient Greek · ~13 min
Πρὸς τοὺς τὰς συνάξεις καταλιμπάνοντας, καὶ εἰς τὰ θέατρα ἀναβαίνοντας, καὶ ὅτι οὐ μόνον χρησιμωτέρα τῆς ἐν θεάτροις διαγωγῆς ἡ ἐν ἐκκλησίᾳ διατριβὴ, ἀλλὰ καὶ ἡδίων· καὶ εἴς τε τὴν δευτέραν ῥῆσιν τῆς εὐχῆς τῆς Ἄννης, καὶ εἰς τὸ δεῖν συνεχῶς εὔχεσθαι, καὶ ἐν παντὶ τόπῳ, κἂν ἐν ἀγορᾷ ὦμεν, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 2.1-4
Not analysed yet
Μὴ γάρ μοι τοῦτο εἴπῃς, ἄνθρωπε, ὅτι ἡδονὴν ἔχει ἡ θεωρία· ἀλλ' εἰ μὴ μετὰ τῆς ἡδονῆς καὶ βλάβην ἔχει, τοῦτό με δίδαξον. Καὶ τί λέγω βλάβην; Ὅτι γὰρ οὐδὲ ἡδονὴν τὸ πρᾶγμα ἔχει, ἐντεῦθεν εἴσῃ σαφῶς. Ἐκ τῆς ἱπποδρομίας ἀναχωρῶν ἐκείνης, ἀπάντησον τοῖς ἐκ τῆς ἐκκλησίας ἀναχωροῦσι, καὶ κατάμαθε μετὰ ἀκριβείας, τίς ἐστιν ἐν ἡδονῇ μείζονι, ὁ προφητῶν ἀκούσας, καὶ μετασχὼν εὐλογίας, καὶ διδασκαλίας ἀπολαύσας, καὶ τὸν Θεὸν παρακαλέσας ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, καὶ κουφότερον ποιήσας τὸ συνειδὸς, καὶ μηδὲν ἑαυτῷ κατεγνωκὼς τοιοῦτο· ἢ σὺ ὁ καταλιπὼν τὴν μητέρα, καὶ τοὺς προφήτας ἀτιμάσας, καὶ εἰς τὸν Θεὸν ἐξυβρίσας, καὶ μετὰ τοῦ διαβόλου χορεύσας, καὶ βλασφημούντων ἀκούσας καὶ λοιδορουμένων, καὶ τὸν καιρὸν ἀναλώσας εἰκῆ καὶ μάτην, καὶ μηδὲν οἴκαδε ἔχων ἀπενεγκεῖν, μήτε σωματικὸν, μήτε πνευματικὸν κέρδος ἐκεῖθεν. Ὥστε ἡδονῆς ἕνεκεν μάλιστα ἐνταῦθα ἀπαντᾷν χρή. Ἐκεῖ μὲν γὰρ εὐθέως κατάγνωσις, κατηγορία τοῦ συνειδότος, μετάνοια ἐπὶ τοῖς γεγενημένοις, αἰσχύνη, καὶ ὄνειδος, καὶ τὸ ἀπαῤῥησιάστους ἔχειν τοὺς ὀφθαλμούς· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, παῤῥησία, καὶ τὸ ἐλευθεροστομεῖν, καὶ τὸ μετὰ ἀδείας ἅπασι διαλέγεσθαι περὶ τῶν ἐνταῦθα ἀκουσμάτων ἁπάντων. Ὅταν τοίνυν εἰς ἀγορὰν ἐμβάλῃς, καὶ πάντας ἴδῃς ἐπὶ τὴν θεωρίαν τρέχοντας ἐκείνην, κατάφυγε σὺ ἐπὶ τὴν ἐκκλησίαν εὐθέως, καὶ μικρὸν καρτερήσας χρόνον, τρύφα διηνεκῶς τῶν θείων ῥημάτων. Ἂν μὲν γὰρ παρασυρεὶς μετὰ τῶν πολλῶν ἀπέλθῃς ἐκεῖ, μικρὸν ψυχαγωγηθεὶς, διὰ πάσης τῆς ἡμέρας ἀλγήσεις, τῆς τε ἐπιούσης, καὶ πολλῶν ἑτέρων, καταγινώσκων σαυτοῦ· ἂν δὲ μικρὸν ἐπίσχῃς σαυτὸν, διὰ πάσης τῆς ἡμέρας ἕξεις τρυφᾷν. Οὐ γὰρ ἐπὶ τούτου μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οὕτω συμβαίνειν εἴωθεν. Ἡ μὲν γὰρ κακία πρόσκαιρόν τινα ἔχει τὴν ἡδονὴν, διηνεκῆ δὲ τὴν ὀδύνην· ἡ δὲ ἀρετὴ, βραχὺν μὲν τὸν πόνον, διηνεκὲς δὲ τὸ κέρδος μετὰ τῆς εὐφροσύνης. Οἷον, ηὔξατό τις πρὸς Θεὸν, ἐδάκρυσεν, ἤλγησεν ὀλίγον χρόνον κατὰ τὴν εὐχήν· ἕτερος διὰ πάσης τῆς ἡμέρας ἐτρύφα, εἶτα ἐλεημοσύνην ἔδωκεν, ἐνήστευσεν, ἄλλο τι τῶν ἀγαθῶν εἰργάσατο, ἢ ὑβρισθεὶς οὐκ ἀντελοιδόρησεν· ἐν μιᾷ γοῦν καιροῦ ῥοπῇ καρτερήσας καὶ κατασχὼν τὸν θυμὸν, διὰ παντὸς γάννυται καὶ εὐφραίνεται, τῶν κατορθωμάτων ἀναμιμνήσκων ἑαυτὸν ἐκείνων. Ἐπὶ δὲ τῆς κακίας τοὐναντίον· ὕβρισέ τις, ἀντελοιδόρησε· μετὰ ταῦτα οἴκοι γενόμενος, ἑαυτὸν κατεσθίει, τὰ ῥήματα ἀναλογιζόμενος, ἃ πολλάκις πολλὴν ἤνεγκε βλάβην. Ὥστε εἰ διώκεις ἡδονὴν, Φεῦγε τὰς νεωτερικὰς ἐπιθυμίας, καὶ σωφροσύνης ἐπιμελοῦ, καὶ ἀκροάσει θείων πρόσεχε λογίων. Ταῦτα πρὸς ὑμᾶς λέγομεν, ἵνα ὑμεῖς πρὸς ἐκείνους λέγοντες, καὶ συνεχῶς τούτοις αὐτοὺς ἐπαντλοῦντες τοῖς ῥήμασιν, ἀφέλκητε πάσης πονηρᾶς συνηθείας, καὶ πείθητε λογισμῷ πάντα ποιεῖν τῷ προσήκοντι. Τῶν γὰρ τοιούτων καὶ ἁπλῶς καὶ εἰκῆ φερομένων οὐδὲ τὴν σπουδὴν ἐπαινετὴν εὕροι τις ἂν οὖσαν· καὶ τοῦτο ἀπὸ τῆς ἐπιούσης συνάξεως δῆλον καθίστημι. Τῆς γὰρ ἁγίας ἡμῖν τελουμένης Πεντηκοστῆς, τοσοῦτον δραμεῖται πλῆθος, ὡς ἅπαντα ἡμῖν τὰ ἐνταῦθα στενοχωρεῖσθαι. Ἀλλ' ὅμως οὐδὲ ταύτην ἀποδέχομαι τὴν συλλογήν· συνηθείας γάρ ἐστιν, οὐκ εὐλαβείας. Τί τοίνυν γένοιτ' ἂν ἐκείνων ἀθλιώτερον, ὅταν καὶ ἡ ῥᾳθυμία αὐτῶν τοσούτων ἐγκλημάτων γέμῃ, καὶ ἡ δοκοῦσα εἶναι σπουδὴ ἐγκωμίων ᾖ ἔρημος; Τὸν γὰρ ζήλῳ καὶ πόθῳ καὶ σώφρονι λογισμῷ τοῦ θείου τούτου μετέχοντα συλλόγου, διηνεκῶς ταῦτα ποιεῖν χρὴ, ἀλλ' οὐχὶ μετὰ τῶν ἐν ἑορτῇ μόνον φαινομένων, μετ' ἐκείνων ἀφίστασθαι πάλιν, θρεμμάτων δίκην ἁπλῶς ἀγόμενον.