Ancient Greek · ~22 min
Πρὸς τοὺς τὰς συνάξεις καταλιμπάνοντας, καὶ εἰς τὰ θέατρα ἀναβαίνοντας, καὶ ὅτι οὐ μόνον χρησιμωτέρα τῆς ἐν θεάτροις διαγωγῆς ἡ ἐν ἐκκλησίᾳ διατριβὴ, ἀλλὰ καὶ ἡδίων· καὶ εἴς τε τὴν δευτέραν ῥῆσιν τῆς εὐχῆς τῆς Ἄννης, καὶ εἰς τὸ δεῖν συνεχῶς εὔχεσθαι, καὶ ἐν παντὶ τόπῳ, κἂν ἐν ἀγορᾷ ὦμεν, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 3.1-4
Not analysed yet
Ἠδυνάμην μὲν οὖν καὶ πρὸς πλέον μῆκος ἐκτεῖναι τὸ προοίμιον τοῦ λόγου· ἀλλ' ἐπειδὴ οἶδα σαφῶς, ὅτι καὶ πρὸ τῆς ἡμετέρας παραινέσεως τὰ προσήκοντα ὑμῖν αὐτοῖς ποιοῦντες, καὶ πλείονα τῶν εἰρημένων ἐρεῖτε, ὥστε μὴ δόξαι παρενοχλεῖν ἐν ταῖς κατ' ἐκείνων ἐπιτιμήσεσι, τὰ λειπόμενα ἅπαντα ὑμῖν ἀφεὶς, τῆς εἰωθυίας ἅψομαι διδασκαλίας, ἐπὶ τὴν τῆς Ἄννης ἱστορίαν ἐπαναγαγὼν τὸν λόγον. Καὶ μὴ θαυμάσητε, εἰ μηδέπω τῆς ὑποθέσεως ταύτης ἀπηλλάγημεν. Καὶ γὰρ οὐ δύναμαι τὴν γυναῖκα ταύτην ἀπὸ τῆς διανοίας ἐκβαλεῖν τῆς ἐμῆς· οὕτως αὐτῆς θαυμάζω τὴν εὐμορφίαν τῆς ψυχῆς, καὶ τὸ κάλλος τῆς διανοίας. Φιλῶ γὰρ ὀφθαλμοὺς δακρύοντας ἐν εὐχαῖς, διὰ παντὸς μελετῶντας. καὶ χείλη, καὶ στόμα οὐκ ἐπιτρίμμασί τισιν ἐρυθραινόμενον, ἀλλ' εὐχαριστίᾳ τῇ πρὸς τὸν Θεὸν καλλωπιζόμενον, οἷον ἦν τὸ ταύτης· ἣν θαυμάζω μὲν ὅτι ἐφιλοσόφησε, θαυμάζω δὲ μειζόνως, ὅτι γυνὴ οὖσα ἐφιλοσόφησε, γυνὴ, ἧς πολλοὶ πολλάκις κατηγόρησαν. Ἀπὸ γὰρ γυναικὸς, φησὶν, ἀρχὴ ἁμαρτίας, καὶ δι' αὐτὴν ἀποθνήσκομεν πάντες· καὶ πάλιν· Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός· καὶ ὁ Παῦλος· Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Διὰ τοῦτο μάλιστα αὐτὴν θαυμάζω, ὅτι τὰ ἐγκλήματα ταῦτα διεκρούσατο, ὅτι τὴν κατηγορίαν ἀπέθετο, ὅτι τοῦ διαβαλλομένου γένους οὖσα καὶ κατηγορουμένου, τὰ ὀνείδη πάντα ἀπετρίψατο, διὰ τῶν ἔργων παιδεύουσα, ὅτι κἀκεῖναι οὐ παρὰ τὴν φύσιν τοιαῦται γεγόνασιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν καὶ τὴν οἰκείαν ὀλιγωρίαν, καὶ ὅτι ἐν τῷ γένει τούτῳ δυνατὸν ἄκρας ἀρετῆς ἐπιλαβέσθαι. Φιλόνεικον γάρ ἐστι τὸ ζῶον τοῦτο καὶ εὔτονον, κἂν εἰς πονηρίαν ἀποκλίνῃ, μεγάλα ἐργάζεται κακά· κἂν ἀρετῆς ἐπιλάβηται, τὴν ψυχὴν προήσεται πρότερον, ἢ τῆς προθέσεως ἀποστήσεται. Οὕτω γοῦν καὶ αὕτη τὴν φύσιν ἐνίκησε, καὶ τὴν ἀνάγκην ἐβιάσατο, καὶ τῇ προσεδρίᾳ τῆς εὐχῆς ἀπὸ μήτρας πεπηρωμένης τέκνον βλαστῆσαι παρεσκεύασε, Διὰ τοῦτο πάλιν ἐπὶ τὴν εὐχὴν καταφεύγει, καὶ μετὰ τὸ λαβεῖν οὕτω λέγουσα· Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου. Ὅτι μὲν οὖν, τί ἐστιν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, πρώην εἶπον πρὸς τὴν ὑμετέραν ἀγάπην, δῆλον ὑμῖν· νυνὶ δὲ ἀναγκαῖον τὴν ἑξῆς ἑρμηνεῦσαι ῥῆσιν. Εἰποῦσα γάρ· Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ· ἐπήγαγεν· Ὑψώθη κέρας μου ἐν Θεῷ μου. Τί ἐστι, Κέρας μου; Καὶ γὰρ συνεχῶς ταύτῃ κέχρηται τῇ λέξει ἡ Γραφὴ, ὡς ὅταν λέγῃ· Ὑψώθη κέρας αὐτοῦ, καὶ, Ὑψώθη κέρας χριστοῦ αὐτοῦ. Τί ποτ' οὖν λέγει κέρας; Τὴν δύναμιν, τὴν δόξαν, τὴν περιφάνειαν, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων αὐτὸ τιθείς· καὶ γὰρ ἐκείνοις ἀντὶ δόξης καὶ ὅπλου τὸ κέρας μόνον ἐνέθηκεν ὁ Θεὸς, κἂν ἀποβάλωσι τοῦτο, τὸ πλέον ἀπέβαλον τῆς δυνάμεως· καὶ καθάπερ ἄοπλος στρατιώτης, οὕτω καὶ ταῦρος χωρὶς κεράτων ῥᾳδίως ἁλίσκεται. Οὐδὲν οὖν διὰ τούτου ἄλλο φησὶν ἡ γυνὴ, ἀλλ' ἢ, ὅτι Ὑψώθη ἡ δόξα μου. Καὶ πῶς ὑψώθη; Ἐν Θεῷ μου, φησί. Διὰ τοῦτο καὶ ἀσφαλὲς τὸ ὕψος ἐστὶ, βεβαίαν καὶ ἀκίνητον ἔχον τὴν ῥίζαν. Ἡ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων δόξα, τῶν δοξαζόντων μιμεῖται τὴν εὐτέλειαν, ὅθεν καὶ μεταπίπτει ῥᾳδίως· ἡ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ ἀκίνητος μένει διὰ παντός. Καὶ ταῦτα ἀμφότερα δηλῶν ὁ προφήτης, κἀκείνης τὸ εὐμετάπτωτον, καὶ ταύτης τὸ μόνιμον, οὕτως ἔλεγε· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Περὶ δὲ τῆς τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ πῶς; Τὸ δὲ ῥῆμα τοῦ Θεοῦ εἰς τὸν αἰῶνα μένει. Καὶ δῆλον τοῦτο καὶ ἀπὸ ταύτης τῆς γυναικός. Βασιλεῖς μὲν γὰρ καὶ στρατηγοὶ καὶ δυνάσται, πολλὰ πραγματευσάμενοι πολλάκις, ὥστε αὐτῶν ἄληστον γενέσθαι τὴν μνήμην, καὶ τάφους λαμπροὺς οἰκοδομησάμενοι, καὶ ἀνδριάντας ἀναστήσαντες, καὶ εἰκόνας πολλὰς πολλαχοῦ, καὶ κατορθωμάτων ὑπομνήματα μυρία καταλιπόντες, σεσίγηνται, καὶ οὐδὲ ἀπὸ ψιλῆς προσηγορίας εἰσί τινι γνώριμοι· αὕτη δὲ ἡ γυνὴ πανταχοῦ τῆς οἰκουμένης ᾄδεται νῦν· κἂν εἰς Σκυθίαν ἀπέλθῃς, κἂν εἰς Αἴγυπτον, κἂν εἰς Ἰνδοὺς, κἂν εἰς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, πάντων ἀκούσῃ τὰ κατορθώματα τῆς γυναικὸς ταύτης ᾀδόντων, καὶ πᾶσαν ἁπλῶς, ὅσην ἥλιος ἐφορᾷ γῆν, ἡ δόξα τῆς Ἄννης καταλαμβάνει. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ᾄδεται ἡ γυνὴ, ἀλλ' ὅτι τοσούτου παρελθόντος χρόνου, οὐ μόνον οὐκ ἐσβέσθη τὰ τῆς εὐφημίας αὐτῆς, ἀλλὰ καὶ αὔξεται καὶ ἐπιτείνεται πολλῷ πλέον, καὶ τὴν φιλοσοφίαν αὐτῆς καὶ τὴν ὑπομονὴν καὶ τὴν καρτερίαν ἅπαντες ἴσασι, καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν στρατοπέδοις, καὶ ἐν πλοίοις, καὶ ἐν ἐργαστηρίοις, καὶ πανταχοῦ τῆς γυναικὸς ἐγκωμιαζομένης ἀκούσῃ ταύτης. Ὅταν γὰρ ὁ Θεός τινα δοξάσαι βουληθῇ, κἂν θάνατος ἐπιγένηται, κἂν χρόνου πλῆθος, κἂν ἄλλο ὁτιοῦν, μένει τὰ τῆς δόξης ἐκείνης ἀνθοῦντα διηνεκῶς, καὶ οὐδεὶς ἐπισκοτῆσαι τῇ περιφανείᾳ ταύτῃ δυνήσεται. Διὰ τοῦτο καὶ αὐτὴ παιδεύουσα τοὺς ἀκούοντας ἅπαντας, ὅτι οὐ χρὴ καταφεύγειν τοῖς ἐπικήροις, ἀλλ' ὅθεν βέβαια καὶ ἀκίνητα ἡμῖν μένει τὰ ἀγαθὰ, εἶπε τὸν τῆς δόξης αἴτιον. Εἰποῦσα γὰρ, ὅτι Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ἐπήγαγεν, Ὑψώθη κέρας μου ἐν Θεῷ μου, διπλᾶ ἐνταῦθα ἡμῖν αἰνιττομένη τὰ ἀγαθὰ, ἅπερ δύσκολον συμβαίνειν ταχέως. Καὶ γὰρ τοῦ σάλου, φησὶν, ἀπηλλάγην, καὶ τὴν ἀτιμίαν ἀπεθέμην, καὶ ἀσφαλείας ἀπέλαυσα, καὶ δόξης μετέσχον. Ταῦτα δὲ ἀμφότερα οὐκ ἄν τις ἴδοι ῥᾳδίως ἀλλήλοις συντρέχοντα. Πολλοὶ γὰρ κινδύνων μὲν ἀπαλλάττονται, ἐπίδοξον δὲ οὐκ ἔχουσι βίον· ἕτεροι πάλιν δόξης μὲν ἀπολαύουσι καὶ περιφανείας, κινδυνεύειν δὲ ἀναγκάζονται διὰ τὴν δόξαν ταύτην. Οἷόν τι λέγω· πολλοὶ πολλάκις τὸ δεσμωτήριον οἰκήσαντες, μοιχοὶ καὶ γόητες καὶ τυμβωρύχοι, καὶ οἱ ἕτερά τινα τοιαῦτα ἡμαρτηκότες, εἶτα ἀπό τινος φιλανθρωπίας βασιλικῆς ἀφέθησαν τοῦ οἰκήματος· οὗτοι τῆς κολάσεως μὲν ἀπηλλάγησαν, τὰ δὲ ὀνείδη οὐκ ἀπετρίψαντο, ἀλλ' ἔχουσι τὴν αἰσχύνην ἑπομένην αὐτοῖς. Ἄλλοι στρατιῶται γενναῖοι τὸν ἐπίδοξον καὶ περιφανῆ βίον διώκοντες, ῥιψοκινδύνως ἑαυτοὺς τοῖς πολεμίοις ἐνδόντες, πολλὰ πολλάκις ἔλαβον τραύματα, καὶ ἔσχατον ἄωρον ὑπέστησαν θάνατον· οὗτοι δόξης ἐπιθυμήσαντες, ἀσφαλείας ἐξέπεσον.