Ancient Greek · ~19 min
Εἰς τὸ δεῖν καὶ ἐν τῇ Πεντηκοστῇ καὶ ἀεὶ τῆς νηστείας μεμνῆσθαι, καὶ ὅτι οὐ παρουσία μόνον, ἀλλὰ καὶ μνήμη νηστείας ὠφελεῖ· καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ ὅτι μετὰ τῶν ἄλλων οὐ μικρὸν μέρος αὐτῆς ἡ φυσικὴ τῶν γονέων περὶ τὰ ἔκγονα φιλία· καὶ ὅτι οὐ πατράσι μόνον, ἀλλὰ καὶ μητράσιν ἐπιτέτακται τὰ παιδία ῥυθμίζειν, καὶ πρὸς τῷ τέλει περὶ τῆς Ἄννης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 4.1
Not analysed yet
Καὶ ἵνα μάθῃς, ὅτι οὐ τὸ τεκεῖν ποιεῖ μητέρα, οὐδὲ τούτῳ κεῖται μισθὸς, καὶ ἀλλαχοῦ μὲν χήρᾳ διαλεγόμενος ὁ Παῦλος οὕτως εἶπεν, Εἰ ἐτεκνοτρόφησε· καὶ οὐκ εἶπεν, εἰ ἐτεκνοποίησεν, ἀλλ' Εἰ ἐτεκνοτρόφησε. Τὸ μὲν γὰρ τῆς φύσεως, τὸ δὲ τῆς προαιρέσεώς ἐστι. Καὶ διὰ τοῦτο καὶ ἐνταῦθα εἰπὼν, Σωθήσεται διὰ τῆς τεκνογονίας, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι οὐ τὸ γεννῆσαι τέκνα, ἀλλὰ τὸ θρέψαι τέκνα καλῶς, τοῦτο ἡμῖν φέρει τὸν μισθὸν, ἐπήγαγεν· Ἐὰν ἐπιμείνωσι τῇ πίστει, καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τότε λήψῃ πολὺν τὸν μισθὸν, ἐὰν οἱ γεννηθέντες παῖδες ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ. Ἂν τοίνυν αὐτοὺς εἰς ταῦτα ἐνάγῃς, ἂν παρακαλῇς, ἂν διδάξῃς, ἂν συμβουλεύσῃς, τῆς ἐπιμελείας ταύτης κείσεταί σοι παρὰ τοῦ Θεοῦ πολλὴ ἡ ἀμοιβή. Μὴ τοίνυν ἀλλότριον αὐτῶν εἶναι νομιζέτωσαν αἱ γυναῖκες τὸ καὶ θηλειῶν καὶ ἀῤῥένων ἐπιμελεῖσθαι. Οὐ γὰρ διέκρινεν ἐνταῦθα τὸ γένος, ἀλλὰ καὶ ἐκεῖ ἁπλῶς εἶπεν, Εἰ ἐτεκνοτρόφησε, καὶ ἐνταῦθα, Ἐὰν ἐπιμείνωσι τῇ πίστει, καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ. Ὥστε ἀμφοτέρων ἡμῖν ἐπιμελητέον τῶν παιδίων, καὶ μάλιστα ταῖς γυναιξὶν, ὅσῳ καὶ τὰ πλείονα οἴκοι κάθηνται. Τοὺς μὲν γὰρ ἄνδρας καὶ ἀποδημίαι, καὶ αἱ τῆς ἀγορᾶς φροντίδες, καὶ τὰ τῆς πόλεως πράγματα περιέλκουσι πολλάκις· ἡ δὲ γυνὴ πάσης τοιαύτης φροντίδος ἀτέλειαν ἔχουσα, εὐκολώτερον δύναιτ' ἂν τῶν τεχθέντων ἐπιμελεῖσθαι, πολλῆς ἀπολαύουσα τῆς σχολῆς. Οὕτως αἱ παλαιαὶ ἐποίουν γυναῖκες· οὐ γὰρ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν ἀναγκαῖον τοῦτο τὸ ὄφλημα· λέγω δὲ τὸ τῶν οἰκείων προνοεῖσθαι παίδων, καὶ εἰς φιλοσοφίαν αὐτοὺς ἐνάγειν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀρχαίαν τινὰ ἱστορίαν ὑμῖν διηγήσομαι. Ἄννα τις ἐγένετο παρὰ τοῖς Ἰουδαίοις γυνή. Αὕτη ἡ Ἄννα πολὺν ἐνόσησεν ἀπαιδίας χρόνον, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἡ ἀντίζηλος αὐτῆς παίδων ἦν μήτηρ πολλῶν. Ἴστε δὲ ὡς τῇ φύσει καὶ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἀφόρητόν ἐστι ταῖς γυναιξίν· ὅταν δὲ καὶ ἀντίζηλος προσῇ παῖδας ἔχουσα, πολλῷ χαλεπώτερον γίνεται· ἐν γὰρ τῇ τῆς γυναικὸς ἐκείνης εὐπραγίᾳ τὴν οἰκείαν ἀκριβέστερον καταμανθάνει συμφοράν· καθάπερ οὖν καὶ οἱ πενίᾳ συζῶντες ἐσχάτῃ, τότε ὀδυνῶνται μειζόνως, ὅταν ἐννοήσωσι τοὺς πλουτοῦντας. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι παῖδας αὕτη μὲν οὐκ εἶχεν, ἐκείνη δὲ εἶχεν, ἀλλ' ὅτι καὶ ἀντίζηλος ἦν, καὶ οὐχ ὅτι ἀντίζηλος ἦν μόνον, ἀλλ' ὅτι παρώργιζεν αὐτὴν διὰ τὸ ἐξουθενεῖν αὐτήν. Ὁ δὲ Θεὸς ταῦτα πάντα ὁρῶν ἠνείχετο, καὶ Οὐκ ἔδωκεν αὐτῇ Κύριος, φησὶ, παιδίον κατὰ τὴν θλίψιν αὐτῆς, καὶ κατὰ τὴν ἀθυμίαν τῆς ψυχῆς αὐτῆς. Τί ἐστι, Κατὰ τὴν θλίψιν αὐτῆς; Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι πράως ὁρῶν φέρουσαν τὴν συμφορὰν, ἐπεῖχεν αὐτῆς τὴν τόκον, ἀλλὰ καίτοι διακοπτομένην ὁρῶν, ὀδυνωμένην, θλιβομένην, οὐκ ἔλυσε τὴν ἀθυμίαν, ἕτερόν τι πολλῷ μεῖζον οἰκονομῶν. Ταῦτα μὴ παρέργως ἀκούωμεν, ἀλλὰ καὶ ἐντεῦθεν μάθωμεν μεγίστην φιλοσοφίαν, καὶ ἐπειδὰν δεινῷ τινι περιπέσωμεν, κἂν ἀλγῶμεν, κἂν ὀδυρώμεθα, κἂν ἀφόρητον ἡμῖν εἶναι δοκῇ τὸ κακὸν, μὴ σπεύδωμεν, μηδὲ ἀλύωμεν, ἀλλ' ἀναμένωμεν τοῦ Θεοῦ τὴν πρόνοιαν. Ἐκεῖνος γὰρ οἶδε σαφῶς πότε δεῖ λῦσαι τὸ ποιοῦν τὴν ἀθυμίαν ἡμῖν· ὅπερ οὖν καὶ ἐπὶ ταύτης συνέβη. Οὐ γὰρ μισῶν αὐτὴν, οὐδὲ ἀποστρεφόμενος ὁ Θεὸς ἀπέκλεισεν αὐτῆς τὴν μήτραν, ἀλλ' ἵνα ἡμῖν ἀνοίξῃ τὰς θύρας τῆς φιλοσοφίας τῆς ἐν τῇ γυναικὶ, καὶ τὸν πλοῦτον αὐτῆς τῆς πίστεως κατίδωμεν, καὶ γνῶμεν ὅτι λαμπροτέραν αὐτὴν ἐκ τούτου εἰργάζετο. Ἄκουε δὲ καὶ τὰ ἑξῆς. Καὶ οὕτως ἐποίει, φησὶν, ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἀπὸ ἱκανοῦ, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου. Καὶ ἠθύμει, καὶ ἔκλαιε, καὶ οὐκ ἤσθιεν. Ἐπιτεταμένη ἡ ὀδύνη, πολὺ τὸ μῆκος τῆς λύπης, οὐ δύο καὶ τρεῖς ἡμέραι, οὐδὲ εἴκοσι καὶ ἑκατὸν, οὐδὲ χίλιαι καὶ δὶς τοσαῦται· ἀλλ', Ἐξ ἱκανοῦ, φησὶν, ἔτη πολλὰ λυπουμένη καὶ ὀδυνωμένη ἦν ἡ γυνή· τοῦτο γάρ ἐστι τὸ, Ἀπὸ ἱκανοῦ· καὶ ὅμως οὐκ ἀπεδυσπέτησεν, οὐδὲ ἤλεγξεν αὐτῆς τὴν φιλοσοφίαν τοῦ χρόνου τὸ μῆκος, οὐδὲ τὰ ὀνείδη καὶ αἱ λοιδορίαι τῆς ἀντιζήλου, ἀλλ' ηὔχετο συνεχῶς καὶ ἱκέτευε· καὶ τὸ δὴ μεῖζον ἁπάντων, καὶ ὃ μάλιστα δείκνυσιν αὐτῆς τὸν περὶ τὸν Θεὸν πόθον, ὅτι οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ παιδίον κτήσασθαι ἐπεθύμει, ἀλλὰ καρπὸν ἀναθεῖναι τῷ Θεῷ, καὶ τῆς οἰκείας γαστρὸς ἀπάρξασθαι, καὶ τῆς καλῆς ταύτης ὑποσχέσεως λαβεῖν τὸν μισθόν. Πόθεν τοῦτο δῆλον; Ἐκ τῶν μετὰ ταῦτα ῥημάτων. Ἴστε γὰρ δήπου πάντες, ὅτι ταῖς γυναιξὶ διὰ τοὺς ἄνδρας μάλιστα ἀφόρητον ἡ ἀπαιδία. Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὕτως ἀλόγως διάκεινται, ὡς ταῖς γυναιξὶν ἐγκαλεῖν, ἐπειδὰν μὴ τίκτωσιν, οὐκ εἰδότες ὅτι τὸ τεκεῖν ἄνωθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τῆς τοῦ Θεοῦ προνοίας, καὶ οὔτε γυναικὸς φύσις, οὔτε συνουσία, οὔτε ἄλλο οὐδὲν αὐταρκὲς πρὸς τοῦτό ἐστιν. Ἀλλ' ὅμως, καίτοι γε εἰδότες ὅτι ἀδίκως ἐγκαλοῦσιν, ὀνειδίζουσι, καὶ ἀποστρέφονται πολλάκις, καὶ οὐχ ἡδέως πρὸς αὐτὰς ἔχουσιν.