Ancient Greek · ~19 min
Εἰς τὸ δεῖν καὶ ἐν τῇ Πεντηκοστῇ καὶ ἀεὶ τῆς νηστείας μεμνῆσθαι, καὶ ὅτι οὐ παρουσία μόνον, ἀλλὰ καὶ μνήμη νηστείας ὠφελεῖ· καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ ὅτι μετὰ τῶν ἄλλων οὐ μικρὸν μέρος αὐτῆς ἡ φυσικὴ τῶν γονέων περὶ τὰ ἔκγονα φιλία· καὶ ὅτι οὐ πατράσι μόνον, ἀλλὰ καὶ μητράσιν ἐπιτέτακται τὰ παιδία ῥυθμίζειν, καὶ πρὸς τῷ τέλει περὶ τῆς Ἄννης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 5.1
Not analysed yet
Ἴδωμεν τοίνυν καὶ ἐπὶ ταύτης τῆς γυναικὸς εἰ τοῦτο συνέβαινεν. Ἂν μὲν γὰρ ἴδῃς αὐτὴν καταφρονουμένην, ἀτιμαζομένην, ὑβριζομένην, παῤῥησίαν οὐκ ἔχουσαν πρὸς τὸν ἄνδρα, οὐδὲ πολλῆς ἀπολαύουσαν τῆς εὐνοίας, δυνήσῃ στοχάσασθαι, ὅτι διὰ τοῦτο ἐπεθύμει παιδίου, ἵνα παῤῥησίαν ἔχῃ καὶ ἐλευθερίαν πολλὴν, καὶ ποθεινοτέρα γένηται τῷ ἀνδρί. Ἂν δὲ τοὐναντίον ἅπαν εὕρῃς, αὐτὴν τῆς τὰ παιδία ἐχούσης μᾶλλον ἀγαπωμένην, καὶ πλείονος ἀπολαύουσαν εὐνοίας, εὔδηλον ὅτι οὐ δι' ἀνθρώπινόν τι, οὐδ' ἵνα τὸν ἄνδρα ἐπισπάσηται μᾶλλον, ἐπεθύμει παιδίου, ἀλλὰ διὰ τὴν εἰρημένην αἰτίαν. Πόθεν οὖν τοῦτο δῆλον; Ἄκουσον αὐτοῦ τοῦ συγγραφέως αὐτὸ λέγοντος· οὐδὲ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ' ἵνα τῆς γυναικὸς μάθῃς τὴν ἀρετήν. Τί οὖν οὗτός φησιν; Ἠγάπα γὰρ ὁ Ἐλκανὰ τὴν Ἄνναν ὑπὲρ τὴν Φενάνναν. Εἶτα μετὰ ταῦτα ἰδὼν αὐτὴν οὐκ ἐσθίουσαν, ἀλλὰ κλαίουσαν, φησί· Τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσθίεις; καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα; Ὁρᾷς πῶς αὐτῆς ἐξήρτητο, καὶ ὑπὲρ ἐκείνης ἤλγει πλέον, οὐ διὰ τὸ μὴ ἔχειν παιδία, ἀλλὰ διὰ τὸ ὁρᾷν ἀθυμοῦσαν αὐτὴν καὶ περιοδυνίᾳ κατεχομένην; Ἀλλ' ὅμως οὐκ ἔπεισεν αὐτὴν ἀποστῆναι τῆς ἀθυμίας. Οὐ γὰρ δι' αὐτὸν ἐζήτει τὸ παιδίον, ἀλλ' ἵνα τινὰ καρπὸν ἐπιδείξηται τῷ Θεῷ. Καὶ ἀνέστη, φησὶ, μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ μετὰ τὸ πιεῖν, καὶ κατέστη ἐνώπιον Κυρίου. Οὐχ ἁπλῶς οὐδὲ τοῦτο εἴρηται, ὅτι Μετὰ τὸ φαγεῖν καὶ πιεῖν· ἀλλ' ἵνα μάθῃς, ὅτι τὸν καιρὸν, ὃν ἀνέσεως ἕτεροι καὶ ἀδείας ποιοῦνται, τοῦτον εὐχῆς καὶ δακρύων ἐποιεῖτο καιρὸν, διὰ τὸ σφόδρα νήφειν καὶ ἐγρηγορέναι. Καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἠλεὶ ὁ ἱερεὺς, φησὶν, ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου. Οὐδὲ τοῦτο ἁπλῶς εἴρηται, ὅτι ὁ Ἠλεὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου· ἀλλ' ὑπὲρ τοῦ δεῖξαι τὴν θερμότητα τῆς γυναικός. Καθάπερ γὰρ χήρα πολλάκις γυνὴ ἀπροστάτευτος οὖσα καὶ ἔρημος, ἐπηρεαζομένη, πολλὰ ἀδικουμένη, βασιλέως εἰσελαύνειν μέλλοντος, δορυφόρων, ἀσπιδηφόρων, ἱππέων, ἑτέρας πολλῆς θεραπείας προαπαντώσης, οὐ καταπλήττεται, οὐδὲ προστάτου δεῖται, ἀλλὰ πάντας αὐτοὺς διατεμοῦσα μετὰ πολλῆς ἐντυγχάνει τῷ βασιλεῖ παῤῥησίας, τὴν οἰκείαν ἐκτραγῳδοῦσα συμφορὰν, τῆς ἀνάγκης αὐτὴν χειραγωγούσης· οὕτω δὴ καὶ αὕτη ἡ γυνὴ οὐκ ἠρυθρίασεν, οὐκ ᾐσχύνθη, τοῦ ἱερέως καθημένου, αὐτὴ δι' ἑαυτῆς αἰτῆσαι καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῷ βασιλεῖ προσελθεῖν· ἀλλ' ὑπὸ τοῦ πόθου πτερωθεῖσα, καὶ πρὸς τὸν οὐρανὸν ἀναβᾶσα τῇ διανοίᾳ, ὡς αὐτὸν ὁρῶσα τὸν Θεὸν, οὕτω μετὰ πάσης αὐτῷ θερμότητος διελέγετο. Καὶ τί φησι; Μᾶλλον δὲ οὐδὲν φθέγγεται πρότερον, ἀλλ' ἀπ' ὀδυρμῶν ποιεῖται τὰ προοίμια, καὶ θερμὰς ἀφίησι πηγὰς δακρύων. Καὶ καθάπερ, ὄμβρων καταφερομένων, καὶ ἡ σκληροτέρα γῆ καταβρεχθεῖσα καὶ καταμαλαχθεῖσα, ῥᾳδίως ἑαυτὴν πρὸς τὰς τῶν καρπῶν διεγείρει γονὰς, οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ταύτης ἐγένετο. Καθάπερ γὰρ ὑπ' ὄμβρων τῶν δακρύων ἡ μήτρα μαλαττομένη, καὶ διὰ τῆς ὀδύνης διαθερμαινομένη, πρὸς τὴν καλὴν ἐκείνην τεκνογονίαν ἤρχετο διεγείρεσθαι. Ἀκούσωμεν δὲ καὶ αὐτῶν τῶν ῥημάτων, καὶ τῆς καλῆς ταύτης ἱκετηρίας. Κλαίουσα ἔκλαυσε, φησὶ, καὶ ηὔξατο εὐχὴν τῷ Κυρίῳ, λέγουσα· ΑΔΩΝΑΙ ΚΥΡΙΕ ΕΛΩΙ ΣΑΒΑΩΘ. Φοβερὰ τὰ ῥήματα, καὶ φρίκης γέμοντα· καὶ καλῶς ἐποίησεν ὁ συγγραφεὺς μὴ μετενεγκὼν αὐτὰ πρὸς τὴν ἡμετέραν φωνήν· οὐ γὰρ ἴσχυσε μετὰ τῆς οἰκείας αὐτὰ ἀρετῆς μεταθεῖναι πρὸς τὴν Ἑλλάδα γλῶτταν. Οὐκ ἀφ' ἑνὸς δὲ αὐτὸν ἐκάλεσε ῥήματος ἡ γυνὴ, ἀλλ' ἀπὸ πολλῶν τῶν προσόντων αὐτῷ, τὸν περὶ αὐτὸν πόθον ἐνδεικνυμένη, καὶ τὴν θερμὴν διάθεσιν. Καὶ καθάπερ οἱ τὰς δεήσεις γράφοντες τῷ βασιλεῖ, οὐκ ἐντιθέασιν ἓν ὄνομα μόνον, ἀλλὰ τὸν τροπαιοῦχον, τὸν αὔγουστον, τὸν αὐτοκράτορα, καὶ πολλὰ ἕτερα τούτων ἄνω προθέντες, τότε ποιοῦνται τὴν ἱκετηρίαν· οὕτω καὶ αὕτη δέησίν τινα ἀναφέρουσα τῷ Θεῷ, πολλὰ τίθησιν ἐν τῷ προοιμίῳ τῆς δεήσεως ὀνόματα, τήν τε οἰκείαν διάθεσιν ἐνδεικνυμένη, καθάπερ ἔφθην εἰπὼν, καὶ τὴν εἰς τὸν παρακαλούμενον τιμήν. Καὶ τὴν δέησιν αὐτὴν ὑπηγόρευσεν ἡ ὀδύνη· διὸ καὶ ταχέως ἠκούετο μετὰ πολλῆς αὐτὴν γράψασα τῆς συνέσεως. Τοιαῦται γὰρ αἱ ἐξ ὀδύνης ψυχῆς γινόμεναι εὐχαί. Καὶ γὰρ ἀντὶ χάρτου μὲν ἦν αὐτῆς ἡ διάνοια, ἀντὶ καλάμου δὲ ἡ γλῶττα, τὰ δάκρυα δὲ ἀντὶ μέλανος· διὸ καὶ μέχρι τῆς σήμερον ἡμέρας ἡ δέησις ἔμεινεν. Ἀνεξάλειπτα γὰρ τὰ τοιαῦτα γίνεται γράμματα, ἅπερ ἂν ἐκείνῳ βαφῇ τῷ μέλανι. Καὶ τὰ μὲν προοίμια τῆς δεήσεως τοιαῦτα· τὰ δὲ ἑξῆς τίνα; Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς, φησὶν, ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου. Οὕτω οὐδὲν ἔλαβε, καὶ ἐξ ὑποσχέσεως τὴν ἀρχὴν ἐποιήσατο τῆς εὐχῆς. Ἀμείβεται τὸν Θεὸν ἤδη, μηδὲν ἐν χερσὶ κατέχουσα. Οὕτως ἔζεε καὶ ὤδινε πρὸς τοῦτο μᾶλλον, ἢ πρὸς ἐκεῖνο, καὶ διὰ τοῦτο ηὔξατο λαβεῖν τὸ παιδίον. Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου. Δύο δικαιώματα, φησὶν, ἔχω, τὴν δουλείαν, καὶ τὴν συμφοράν. Καὶ δός μοι τῇ δούλῃ σου σπέρμα ἀνδρός· δώσω αὐτὸ ἐνώπιόν σου δοτόν. Τί ἐστιν, Ἐνώπιόν σου δοτόν; Ἔκδοτον καὶ ὁλόκληρον δοῦλον. Ἀφίσταμαι τῆς ἐξουσίας ἁπάσης. Τοσοῦτον γὰρ βούλομαι γενέσθαι μήτηρ μόνον, ὅσον τὴν ἀρχὴν παρ' ἐμοῦ λαβεῖν τὸ παιδίον, καὶ λοιπὸν ἐξίσταμαι καὶ παραχωρῶ.