Ancient Greek · ~20 min
Εἰς τὴν πίστιν τῆς Ἄννης, καὶ εἰς τὴν φιλοσοφίαν, καὶ εἰς τὴν ἐπιείκειαν αὐτῆς, καὶ περὶ τῆς εἰς τοὺς ἱερέας τιμῆς, καὶ εἰς τὸ δεῖν καὶ ἀρχομένους ἀρίστου, καὶ λήγοντας εὔχεσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 4.1-2
Not analysed yet
Ὁρᾷς πῶς οἶδεν ὁ δίκαιος, ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας, ἀφορμὴ πλείονος εὐδοκιμήσεως γίνεται; Διὰ τοῦτό ποτε καὶ τὸν Σαοὺλ εἴσω διπλοῦ τειχίου λαβὼν, καὶ κύριος ὢν ἀποσφάξαι, ἐφείσατο· καὶ ταῦτα, τῶν παρόντων κελευόντων ὠθῆσαι τὸ ξίφος. Ἀλλ' οὔτε τὸ τῆς ἐξουσίας εὔκολον, οὔτε τὸ παρ' ἑτέρων παροξύνεσθαι, οὔτε τὸ πολλὰ πεπονθέναι δεινὰ, οὔτε τὸ προσδοκᾷν πείσεσθαι χαλεπώτερα, συνεχώρησεν ἑλκύσαι τὸ ξίφος· καίτοι γε οὐδὲ τῷ στρατοπέδῳ κατάφωρος ἔμελλεν ἔσεσθαι ταύτην ἐργασάμενος τὴν σφαγήν. Σπήλαιον γὰρ ἦν, καὶ οὐδεὶς ἕτερος παρῆν, ἀλλὰ μόνος αὐτός. Καὶ οὐκ εἶπεν, ὅπερ τις μοιχείαν ἐργαζόμενος ἔλεγε, Σκότος κύκλῳ μου καὶ τοῖχοι, τί εὐλαβοῦμαι; ἀλλ' ἑώρα τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ ᾔδει ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι. Διὰ τοῦτο πάντα οὕτως ἔπραττέ τε καὶ ἔλεγεν, ὡς ἐκείνου παρόντος, καὶ δικάζοντος τοῖς λεγομένοις, καί φησιν· Οὐ μὴ ἐπαγάγω τὴν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου. Οὐχ ὁρῶ τὴν πονηρίαν, ἀλλ' ὁρῶ τὴν ἀξίαν. Μή μοι λεγέτω τις ὅτι βίαιος καὶ μιαρὸς οὗτος· ἐγὼ γὰρ τὴν τοῦ Θεοῦ τιμῶ ψῆφον, κἂν οὗτος ἀνάξιος φαίνηται. Οὐ γάρ ἐστιν ἐμὸν ἔγκλημα, τὸ τοῦτον ἀνάξιον φανῆναι τῆς τιμῆς. Ἀκουέτωσαν ὅσοι καταφρονοῦσιν ἱερέων, μανθανέτωσαν ὅσην εὐλάβειαν οὗτος περὶ βασιλέα ἐπεδείξατο. Καίτοι πολὺ τιμιώτερος καὶ αἰδεσιμώτερος βασιλέως ὁ ἱερεὺς, ὅσον καὶ ἐπὶ μείζονα ἀρχὴν κέκληται. Μανθανέτωσαν μὴ κρίνειν, μηδὲ εὐθύνας ἀπαιτεῖν, ἀλλ' ὑποτάσσεσθαι καὶ εἴκειν. Σὺ μὲν γὰρ τὸν τοῦ ἱερέως βίον, κἂν φαῦλος ᾖ τις καὶ ἠμελημένος, οὐκ οἶδας· οὗτος δὲ ᾔδει μετ' ἀκριβείας ἅπαντα, ὅσα ἐποίησεν ὁ Σαούλ· ἀλλ' ὅμως καὶ οὕτως ᾐδεῖτο τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἀρχήν. Ὅτι δὲ κἂν εἰδὼς ᾖς ἀκριβῶς, οὐκ ἔχεις ἀπολογίαν, οὐδὲ συγγνώμην, καταφρονῶν τῶν προεστώτων, καὶ παρακούων τῶν λεγομένων, ἄκουσον πῶς καὶ ταύτην ἡμῶν ἀνεῖλε τὴν πρόφασιν ὁ Χριστὸς, δι' ὧν φησιν ἐν Εὐαγγελίοις, Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ γραμματεῖς, καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ὁρᾷς πῶς ὧν ὁ βίος οὕτω διεφθαρμένος ἦν, ὡς ἄξιος εἶναι διαβολῆς τοῖς μαθητευομένοις, τούτων τὴν παραίνεσιν οὐκ ἠτίμασεν, οὐδὲ τὴν διδαχὴν ἐξέβαλε; Ταῦτα δὲ λέγω, οὐχὶ τῶν ἱερέων κατηγορεῖν βουλόμενος· μὴ γένοιτο· καὶ γὰρ ὑμεῖς μάρτυρες ἦτε τῆς τε ἀναστροφῆς αὐτῶν καὶ τῆς εὐλαβείας ἁπάσης· ἀλλ' ἵνα ἐκ πολλῆς τῆς περιουσίας πολλὴν αὐτοῖς τὴν αἰδῶ καὶ τὴν τιμὴν παρέχωμεν. Οὐ γὰρ αὐτοὺς τοσοῦτον, ὅσον ἡμᾶς αὐτοὺς ὠφελήσομεν. Ὁ δεχόμενος οὖν προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προ φήτου λήψεται. Εἰ γὰρ τοὺς ἀλλήλων βίους οὐκ ἐπετράπημεν κρίνειν, πολλῷ μᾶλλον τοὺς τῶν πατέρων. Ἀλλ' ὅπερ ἔλεγον (πάλιν γὰρ ἐπὶ τὴν γυναῖκα ταύτην ἐπανελθεῖν ἀναγκαῖον), καὶ ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας πολλῶν ἡμῖν ἀγαθῶν αἴτιον γίνεται, τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ συνέβη. Καὶ γὰρ ἐκεῖνον οὐχ οὕτω θαυμάζω πρὸ τῆς παραινέσεως τῆς γυναικὸς, ὡς μετὰ τὴν ὀλεθρίαν συμβουλὴν ἐκείνην. Καὶ μή τις παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον. Πολλάκις γοῦν οὓς ἡ τῶν πραγμάτων φύσις οὐχ ὑπεσκέλισε, ῥῆμα καὶ παραίνεσις διεφθαρμένη κατέλυσεν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνειδὼς, μετὰ τὴν ἀπὸ τῆς πείρας πληγὴν, καὶ τὴν διὰ τῶν ῥημάτων ἐπάγει προσβολήν· ὅπερ οὖν ἐποίησεν καὶ ἐπὶ τοῦ Δαυΐδ. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλόμενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεεὶ, ῥήμασι πικροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ ἐκακούργησεν. Ὡς γὰρ εἶδε κἀκεῖνον καταγελάσαντα αὐτοῦ τῶν βελῶν, καὶ ὥσπερ ἀδαμάντινον πύργον πρὸς πάντα στάντα γενναίως, καθώπλισε τὴν γυναῖκα, ἵνα ἀνύποπτος ἡ συμβουλὴ γένηται, καὶ ἐνέκρυψε τὸ δηλητήριον τοῖς ἐκείνης ῥήμασι, καὶ τὴν συμφορὰν ἐτραγῴδησε. Τί οὖν ὁ γενναῖος ἐκεῖνος; Ἵνα τί ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ μὴ Δεσπότης ἦν, μηδὲ τοσοῦτον ἡμῶν ὑπερέχων, ἀλλὰ φίλος τις ὁμότιμος, ποίαν εἴχομεν ἀπολογίαν, τοσαῦτα εὐεργετηθέντες παρ' αὐτοῦ, καὶ τοῖς ἐναντίοις αὐτὸν ἀμειβόμενοι; Εἶδες γνώμην φιλόθεον, καὶ πῶς οὐ μεγαλοφρονεῖ, οὐδὲ ἐναβρύνεται ἐπὶ τῷ γενναίως ἐνεγκεῖν τὰς ὑπὲρ φύσιν ἐκείνας πληγὰς, οὔτε σοφίας εἶναι νομίζει καὶ μεγαλοψυχίας τὴν τοσαύτην ὑπομονὴν, ἀλλ' ὥσπερ ἀναγκαῖον ὄφλημα ἐκτιννὺς, καὶ οὐδὲν ἀπεικὸς παθὼν, οὕτως ἐκ περιουσίας τὸ γύναιον ἐπεστόμισε; Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ταύτης γέγονεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτὴν γενναίως φέρουσαν τὴν ἀπαιδίαν, καὶ τῷ Θεῷ προσπίπτουσαν, καθῆκε τὸ παιδάριον τοῦ ἱερέως, ὥστε μᾶλλον αὐτὴν ἀγριᾶναι. Ἀλλ' οὐδὲν τούτων ἔπαθεν ἡ γυνὴ, ἀλλὰ μελετήσασα φέρειν τὰς λοιδορίας ἐπὶ τῆς οἰκίας, καὶ τοῖς ὀνείδεσιν ἐγγυμνασαμένη τῆς ἀντιζήλου, ἀδεῶς λοιπὸν πρὸς τὰς τοιαύτας ἀπεδύετο προσβολάς. Διὸ καὶ ἐν τῷ ἱερῷ πολλὴν ἐπιείκειαν ἐπεδείκνυτο, ἀνδρείως μάλα καὶ μεγαλοψύχως τὰ σκώμματα φέρουσα, τὰ ἐπὶ τῇ μέθῃ καὶ τῇ παροινίᾳ. Οὐδὲν δὲ οἷον καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων. Εἰπόντος γὰρ τοῦ παιδαρίου· Περιελοῦ τὸν οἶνόν σου ἀπὸ σοῦ, καὶ ἄπελθε ἐκ προσώπου Κυρίου, ἀπεκρίθη ἡ Ἄννα, καὶ εἶπεν, Οὐχὶ, κύριε. Τὸν ὑβρίσαντα δεσπότην ἐκάλεσε. Καὶ οὐκ εἶπεν ὃ πολλοὶ τῶν ἀνθρώπων λέγουσιν· Εἶπέ μοι ταῦτα ὁ ἱερεύς; ταῦτα ὁ διδάσκων τοὺς ἄλλους εἰς μέθην καὶ παροινίαν ἔσκωψεν; ἀλλ' ἐσκόπησεν ὅπως ἀποκρούσαιτο μόνον τὴν ὑπόνοιαν, καίτοι γε οὐκ οὖσαν ἀληθῆ.