Ancient Greek · ~13 min
Εἰς τὴν πίστιν τῆς Ἄννης, καὶ εἰς τὴν φιλοσοφίαν, καὶ εἰς τὴν ἐπιείκειαν αὐτῆς, καὶ περὶ τῆς εἰς τοὺς ἱερέας τιμῆς, καὶ εἰς τὸ δεῖν καὶ ἀρχομένους ἀρίστου, καὶ λήγοντας εὔχεσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Anna (sermones 1-5) 5.1-2
Not analysed yet
Ἡμεῖς δὲ πολλάκις, ἐπειδὰν λοιδορηθῶμεν, δέον ἀπολογήσασθαι καὶ ἀπαλλαγῆναι, ἐξάπτομεν τὸ πῦρ, καὶ καθάπερ θηρία τοῖς ὑβρικόσιν ἐπιπηδῶμεν, ἄγχοντες, ἕλκοντες, εὐθύνας ἀπαιτοῦντες τῶν εἰρημένων, καὶ τούτοις αὐτοῖς, οἷς ποιοῦμεν, τὴν καθ' ἡμῶν βεβαιοῦντες ὑπόνοιαν. Εἰ γὰρ βούλει δεῖξαι τοῖς ὑβρικόσιν, ὡς οὐ μεθύεις, δεῖξον διὰ πραότητος καὶ ἐπιεικείας, μὴ δι' ὕβρεως, μηδὲ διὰ λοιδορίας. Ἂν μὲν γὰρ τυπτήσῃς τὸν ὑβρικότα, μέθην σου καταγνώσονται πάντες· ἂν δὲ γενναίως ἐνέγκῃς, ἀπεκρούσω διὰ τῶν ἔργων τὴν πονηρὰν ὑποψίαν· ὅπερ οὖν καὶ ἡ γυνὴ τότε ἐποίησε, καὶ εἰποῦσα, Οὐχὶ, κύριε, δι' αὐτῶν τῶν πραγμάτων ἐδείκνυ, ὅτι ψευδὴς ἦν ἡ ὑποψία. Πόθεν δὲ ὅλως καὶ ὑπώπτευσεν ὁ ἱερεὺς τοῦτο; μὴ γὰρ γελῶσαν εἶδε; μὴ γὰρ χορεύουσαν; μὴ γὰρ περιφερομένην καὶ καταπίπτουσαν; μὴ γὰρ αἰσχρόν τι καὶ ἀνελεύθερον φθεγγομένην ῥῆμα; Πόθεν οὖν ταύτην ἔσχε τὴν ὑπόνοιαν; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν ἐκεῖνος, ἀλλ' ἀπὸ τοῦ καιροῦ τῆς ἡμέρας· καὶ γὰρ ἦν τὸ μεσημβρινὸν, ὅτε τὴν εὐχὴν ἐποιεῖτο. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν ἄνωθεν εἰρημένων. Ἀνέστη γὰρ, φησὶν, Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ μετὰ τὸ πιεῖν, καὶ κατέστη ἐνώπιον Κυρίου. Ὁρᾷς; Ὃν ἀνέσεως καιρὸν ποιοῦνται ἅπαντες, τοῦτον εὐχῆς ἐποιεῖτο αὕτη καιρὸν, καὶ μετὰ τράπεζαν πρὸς ἱκετηρίαν ἀνέτρεχε, καὶ πηγὰς ἠφίει δακρύων, καὶ διάνοιαν παρεῖχε σωφρονοῦσαν καὶ νήφουσαν, καὶ μετὰ τράπεζαν οὕτως ἐκτενῶς ηὔξατο, ὡς δῶρον ὑπὲρ φύσιν λαβεῖν, καὶ λῦσαι στείρωσιν, καὶ φύσιν ἀσθενήσασαν διορθῶσαι. Ταῦτα τοίνυν ἀπὸ τῆς γυναικὸς ἐκερδάναμεν, ὥστε εἰδέναι μετ' εὐωχίαν εὔχεσθαι. Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέποτε εἰς μέθην καὶ παροινίαν ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδδηφαγίας διαῤῥαγήσεται, ἀλλὰ τὴν προσδοκίαν τῆς εὐχῆς ἀντὶ χαλινοῦ τοῖς λογισμοῖς ἐπικειμένην ἔχων, μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμένων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολλῆς δὲ τὸ σῶμα ἐμπλήσει τῆς εὐλογίας. Τράπεζα γὰρ ἀπὸ εὐχῆς ἀρχομένη, καὶ εἰς εὐχὴν καταλήγουσα, οὐδέποτε ὑστερηθήσεται, ἀλλὰ πηγῆς δαψιλέστερον ἅπαντα ἡμῖν οἴσει τὰ ἀγαθά. Μὴ δὴ τοσοῦτον παρορῶμεν κέρδος. Καὶ γὰρ ἄτοπον τοὺς μὲν οἰκέτας τοὺς ἡμετέρους, εἴ ποτέ τι τῶν παρακειμένων λάβοιεν παρ' ἡμῶν μέρος, εὐχαριστεῖν τε ἡμῖν καὶ μετ' εὐφημίας ἀναχωρεῖν· ἡμᾶς δὲ τοσούτων ἀπολαύοντας ἀγαθῶν μηδὲ τοσαύτην ἀποδιδόναι τῷ Θεῷ τὴν τιμὴν, καὶ ταῦτα, μέλλοντας πολλῆς ἀπολαύσεσθαι τῆς ἀσφαλείας. Ὅπου γὰρ εὐχὴ καὶ εὐχαριστία, ἁγίου Πνεύματος παραγίνεται χάρις, καὶ φυγαδεύονται δαίμονες, καὶ πᾶσα ἀντικειμένη δύναμις δραπετεύει καὶ ἀφίσταται. Ὁ μέλλων εἰς εὐχὴν τρέπεσθαι, οὐδὲν ἄτοπον τολμᾷ φθέγξασθαι, οὐδὲ ἐν μέσῃ τραπέζῃ· κἂν φθέγξηται, μεταγινώσκει ταχέως. Διὸ χρὴ καὶ ἀρχομένους καὶ λήγοντας εὐχαριστεῖν τῷ Θεῷ· μάλιστα μὲν γὰρ οὐδὲ εἰς μέθην ἐμπεσούμεθα ῥᾳδίως, καθάπερ ἔφθην εἰπὼν, εἰ καταστήσαιμεν εἰς ταύτην ἑαυτοὺς τὴν συνήθειαν. Ὥστε κἂν κραιπαλῶν κἂν μεθύων ποτὲ ἀναστῇς, μηδὲ οὕτω καταλύσῃς τὸ ἔθος, ἀλλὰ κἂν καρηβαρῶμεν, κἂν περιφερώμεθα καὶ καταπίπτωμεν, καὶ οὕτως εὐξώμεθα, καὶ μὴ διαλύσωμεν τὴν συνήθειαν. Ἂν γὰρ τῇ προτέρᾳ ἡμέρᾳ οὕτως εὔξῃ, τῇ δευτέρᾳ διορθώσῃ τὴν ἐν τῇ προτέρᾳ γενομένην ἀσχημοσύνην ἡμέρᾳ. Ὅταν τοίνυν ἀριστοποιώμεθα, μνημονεύωμεν ταύτης τῆς γυναικὸς, καὶ τῶν ταύτης δακρύων, καὶ τῆς μέθης τῆς καλῆς ταύτης. Ἐμέθυε γὰρ καὶ ἡ γυνὴ, οὐκ ἀπὸ οἴνου, ἀλλ' ἀπ' εὐλαβείας πολλῆς. Εἰ γὰρ μετ' ἄριστον τοιαύτη ἦν, ποία ἦν ὑπὸ τὴν ἕω; εἰ μετὰ τὸ φαγεῖν καὶ πιεῖν οὕτως ἐκτενῶς προσηύχετο, ὁποία ὑπῆρχε νῆστις οὖσα;