Ancient Greek
Sect 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 10
Not analysed yet
Καὶ τοῦ λόγου τὴν μαρτυρίαν ὑμεῖς ἂν παράσχοιτε ταύτην ἡμῖν. Οὐ γὰρ δεησόμεθα παρ' ἑτέρων τὴν πίστιν τῶν λεγομένων λαβεῖν ὑμῶν τῶν ἐχθρῶν ταύτην παρεχομένων ἡμῖν. Εἰπὲ γάρ μοι, διὰ τί τὸν Ζωροάστρην ἐκεῖνον καὶ τὸν Ζάμολξιν οὐδὲ ἐξ ὀνόματος ἴσασιν οἱ πολλοὶ μᾶλλον δὲ οὔδενες πλὴν ὀλίγων τινῶν; Ὅτι πλάσματα ἦν τὰ περὶ ἐκείνων λεγόμενα ἅπαντα. Καίτοι κἀκεῖνοι καὶ οἱ τὰ ἐκείνων συνθέντες δεινοὶ γενέσθαι λέγονται οἱ μὲν γοητείαν εὑρεῖν καὶ ἐργάσασθαι οἱ δὲ συσκιάσαι ψεῦδος τῇ τῶν λόγων πιθανότητι. Ἀλλὰ πάντα μάτην γίνεται καὶ εἰκῆ ὅταν ἡ τῶν λεγομένων ὑπόθεσις σαθρὰ καὶ ψευδὴς οὖσα τύχῃ ὥσπερ οὖν ὅταν ἰσχυρὰ καὶ ἀληθὴς πάντα πάλιν μάτην γίνεται καὶ εἰκῆ τὰ πρὸς ἀνατροπὴν ἐπινοούμενα παρὰ τῶν ἐχθρῶν.