Ancient Greek · ~3 min
Sect 102
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 102
Not analysed yet
Τοιοῦτοι γὰρ οἱ ἅγιοι· κατορθοῦσθαι βούλονται τὰ πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνον οὐκέτι δὲ καὶ ἐπιδείκνυσθαι τοῖς πολλοῖς ὅτι αὐτῶν τὰ κατορθώματα πλὴν εἴ πού τις χρεία ἀναγκάσειε—χρείαν δὲ τὴν τῶν σωζομένων κηδεμονίαν λέγω πάλιν— ὅπερ τότε ἐγένετο. Ἐπειδὴ γὰρ τὰ τῆς ἀπάτης ηὔξετο κακὰ ἐκκαλύπτεται μὲν ἡμῖν ἡ νίκη λοιπὸν ἐκκαλύπται δὲ οὐχ ὑπὸ τοῦ νικήσαντος ἀλλ' ὑπὸ τοῦ νικηθέντος αὐτοῦ. Οὕτω γὰρ ἥ τε μαρτυρία καὶ παρὰ τοῖς ἐχθροῖς ἀνύποπτος ἦν ὅ τε ἅγιος τὰ περὶ αὐτοῦ λέγειν καὶ ἀνάγκης οὔσης ἐξέφυγεν. Ἐπειδὴ δὲ οὐδὲ οὕτω τὰ τῆς πλάνης ἔληγεν ἀλλ' ἐνέκειντο πάλιν οἱ τῶν λίθων ἀναισθητότεροι τὸν ἡττημένον παρακαλοῦντες καὶ πρὸς οὕτω φανερὰν ἀλήθειαν τυφλώττοντες, τηνικαῦτα ἐπαφεῖναι ἠναγκάσθη τῷ ξοάνῳ τὸ πῦρ ὥστε διὰ τούτου τοῦ ἐμπρησμοῦ ἕτερον τὸν τῆς εἰδωλολατρείας σβέσαι ἐμπρησμόν.