Ancient Greek
Sect 103
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 103
Not analysed yet
Τί οὖν μέμφῃ τῷ δαίμονι λέγων ὅτι "ἐκ μέσης τῆς θεραπείας ἀποπεπήδηκας;" Οὐκ ἀπεπήδηκεν ἑκὼν ἀλλ' ἀπηλάσθη καὶ ἐξεβλήθη ἄκων καὶ ἀναγκαζόμενος τότε ὅτε μάλιστα μένειν ἤθελε καὶ διὰ τὴν κνίσαν καὶ διὰ τὰ θύματα. Ὥσπερ γὰρ εἰς τοῦτο βασιλεύσας ὁ τότε κρατῶν ἵνα τὰ θρέμματα τῆς οἰκουμένης ἀναλώσῃ πάσης οὕτως ἀφειδῶς κατέκοπτεν ἐπὶ τῶν βωμῶν πρόβατα καὶ βοῦς, καὶ εἰς τοῦτο μανίας ἤλασεν ὡς καὶ τῶν παρ' αὐτοῖς δοκούντων ἔτι φιλοσοφεῖν πολλοὺς μάγειρον αὐτὸν καὶ κρεῶν κάπηλον καὶ πάντα τὰ τοιαῦτα ἀποκαλεῖν. Οὐκ ἂν οὖν οὕτω δαψιλοῦς τραπέζης καὶ κνίσης καὶ καπνῶν καὶ χειμάρρων αἱμάτων ἀνεχώρησεν ὁ δαίμων ἑκὼν ὁ καὶ χωρὶς τούτων μένων, ὡς ἔφης, διὰ τὴν πρὸς τὴν ἐρωμένην μανίαν.