Ancient Greek · ~6 min
Sect 104
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 104
Not analysed yet
Ἀλλὰ γὰρ τὸν παρ' ἡμῶν λόγον στήσαντες τέως πάλιν ἐπακούσωμεν τῶν ὀδυρμῶν τοῦ σοφιστοῦ. Ἀφεὶς γὰρ τὸν Ἀπόλλω πρὸς τὸν Δία πάλιν ὀλοφύρεται λέγων· Οἵαν, ὦ Ζεῦ, γνώμης καμνούσης ἀφῃρέθημεν ἀνάπαυλαν. Ὡς καθαρὸν μὲν θορύβων ἡ Δάφνη χωρίον καθαρώτερος δὲ ὁ νεὼς οἷον λιμένος ἐπὶ λιμένι παρ' αὐτῆς πεποιημένου τῆς φύσεως, ἀκυμάντοιν μὲν ἀμφοῖν πλείω δὲ τὴν ἡσυχίαν παρεχομένου τοῦ δευτέρου. Τίς μὲν οὐκ ἂν αὐτόθι νόσον ἀπέδυ; Τίς δὲ οὐκ ἂν φόβον; Τίς δὲ οὐκ ἂν πένθος; Τίς δὲ ἂν ἐπόθησε τὰς μακάρων νήσους; Ποίαν ἀνάπαυλαν ἀφῃρέθημεν, ὦ μιαρέ; Πῶς δὲ καθαρώτερος θορύβων ὁ νεὼς καὶ λιμὴν ἀκύμαντος ἔνθα αὐλοὶ καὶ τύμπανα καὶ κραιπάλαι καὶ κῶμοι καὶ μέθαι; "Τίς οὐκ ἂν αὐτόθι," φησί, "νόσον ἀπέδυ;" Τίς μὲν οὖν τῶν προσκειμένων σοι οὐκ ἂν ἐδέξατο νόσον αὐτόθι εἰ καὶ πρότερον ὑγιαίνων ἐτύγχανε καὶ νόσον τὴν πασῶν χαλεπωτάτην; Ὁ γὰρ τὸν δαίμονα προσκυνῶν καὶ τῆς Δάφνης τὴν ὑπόθεσιν ἀκούων καὶ τοῦ θεοῦ τὴν μανίαν τοσαύτην ὁρῶν, ὡς καὶ καταποθείσης τῆς ἐρωμένης ἔτι προσεδρεύειν τῷ τόπῳ καὶ τῷ φυτῷ, πόσην ἐκεῖθεν οὐκ ἂν ἐδέξατο φλόγα μανίας; Πόσον χειμῶνα; Πόσον θόρυβον; Πόσην νόσον; Πόσον πάθος; Τοῦτο οὖν ἀνάπαυλαν καλεῖς ψυχῆς καὶ λιμένα ἀκύμαντον; Τοῦτο νόσων ἀπαλλαγήν; Καὶ τί θαυμαστὸν εἰ τὰ ἐναντία τοῖς ἐναντίοις τίθεσαι; Καὶ γὰρ οἱ μαινόμενοι τῶν πραγμάτων οὐδενὸς ὡς ἔχει φύσεως αἰσθάνονται ἀλλὰ ἐναντίας τοῖς οὖσι τὰς ψήφους φέρουσιν.