Ancient Greek · ~2 min
Sect 111
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 111
Not analysed yet
Τί οὖν καὶ ὁ Ζεὺς, ὦ βέλτιστε; Καὶ γὰρ καὶ τούτῳ πάλιν ἀπήνειαν ἐγκαλεῖς, "Ἀλλ' οὐδὲ ὁ Ζεύς," λέγων, "ὄμβρων ἡνίας ἔχων ὕδωρ ἀφῆκεν ἐπὶ τὴν φλόγα καὶ ταῦτα Λυδῶν ποτε βασιλεῖ δυστυχήσαντι σβέσας πυράν." Ἀλλὰ γὰρ καλῶς ποιῶν ἀνέμνησας ἡμᾶς καὶ τοῦ Λυδοῦ. Καὶ γὰρ κἀκεῖνον ὁ μιαρὸς οὗτος δαίμων ἠπάτησεν ἐλπίσι φυσήσας κεναῖς καὶ εἰς προὖπτον κακὸν ἐμβαλών. Καὶ εἰ μὴ φιλάνθρωπος ἦν ὁ Κῦρος οὐδὲν ἂν αὐτὸν ὤνησεν ὁ Ζεύς. Ὥστε μάτην ἐγκαλεῖς τῷ Διὶ ὡς προτιμήσαντι τοῦ παιδὸς τὸν Λυδόν—οὐδὲ γὰρ ἑαυτῷ ἔνθα μάλιστα πασῶν ἐτιμᾶτο πόλεων (τὴν Ῥωμύλου λέγω) κεραυνωθεὶς ἤμυνεν.