Ancient Greek · ~3 min
Sect 124
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 124
Not analysed yet
Ταῦτα δὲ οὐχ ἁπλῶς εἴρηται ἀλλ' ὥστε λῦσαι τὴν ἀπορίαν τῶν ζητούντων, τί δήποτε μὴ τὸν βασιλέα ἐκόλασεν ἐξ ἀρχῆς ὁ Θεός; Ἐβουλήθη μὲν γὰρ αὐτὸν λυττῶντα πολλάκις ἀναστεῖλαι τῆς εἰς τὸ πρόσω φορᾶς καὶ τοῖς ἑτέρων διορθῶσαι κακοῖς, ἐπειδὴ δὲ ἀντέτεινε παρέδωκεν αὐτὸν τοῖς ἐσχάτοις κακοῖς τὴν μὲν ἀληθῆ τῶν αὐτοῦ τολμημάτων ἀντίδοσιν κατὰ τὴν μεγάλην ταμιευόμενος ἡμέραν καὶ διὰ τῆς παρούσης δὲ κολάσεως τοὺς ὑπτιωτέρους διανιστὰς καὶ σωφρονεστέρους ποιῶν. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ μακροθυμία τοῖς οὐκ εἰς δέον χρωμένοις αὐτῇ πικροτέραν πρὸς τὸ τέλος ἐπάφει τὴν δίκην, καὶ καθάπερ τοῖς μετανοοῦσιν ὠφέλιμος οὕτω καὶ τοῖς ἀνενδότοις καὶ σκληροῖς μειζόνων γίνεται κολάσεων πρόφασις.