Ancient Greek · ~3 min
Sect 125
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 125
Not analysed yet
Εἰ δὲ λέγοι τις, τί οὖν οὐ προῄδει τὸν τύραννον ἀδιόρθωτον ἐσόμενον ὁ Θεός, ἐροῦμεν ὅτι προῄδει μὲν ἀλλ' οὐδέποτε παύεται διὰ τὴν πρόγνωσιν τῆς ἡμετέρας κακίας τὰ αὑτοῦ ποιῶν. Ἀλλὰ κἂν ἡμεῖς μὴ δεχώμεθα τὴν νουθεσίαν αὐτὸς τὴν φιλανθρωπίαν ἐπιδείκνυται τὴν αὑτοῦ. Εἰ δὲ εἰς μείζονα ἑαυτοὺς ὠθοῦμεν κακὰ οὐκέτι τοῦτο παρὰ τὸν οὐ διὰ τοῦτο μακροθυμήσαντα ἵνα ἀπολώμεθα ἀλλ' ἵνα σωθῶμεν, ἀλλὰ παρ' ἡμᾶς τοὺς ἐξυβρίσαντας εἰς τὴν ἄφατον ἀνεξικακίαν αὐτοῦ. Καὶ οὕτω δὲ τῆς φιλανθρωπίας τὸ ἄπειρον δείκνυται· ὅταν γὰρ μὴ θελήσωμεν αὐτοὶ τῆς πολλῆς αὐτοῦ μακροθυμίας ἀπόνασθαι τότε εἰς τὸ ἑτέρων αὐτὴν τρέπει κέρδος πανταχοῦ τό τε φιλάνθρωπον ὁμοῦ καὶ τὸ εὐμήχανον ἐπιδεικνύς.