Ancient Greek · ~3 min
Sect 126
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 126
Not analysed yet
Ὅπερ καὶ τότε γέγονε καὶ ὁ μὲν τύραννος οὕτω τὸν βίον κατέλυσε, τῆς δὲ μανίας αὐτοῦ καὶ τῆς δυνάμεως τοῦ μακαρίου Βαβύλα ἕστηκεν ὑπομνήματα ὅ τε νεὼς καὶ τὸ μαρτύριον ὁ μὲν ἔρημος ὢν τὸ δὲ αὐτὴν ἔχον ἐνέργειαν ἥνπερ καὶ πρότερον. Ἡ δὲ λάρναξ οὐκέτι πάλιν ἀνάγεται τοῦ Θεοῦ καὶ τοῦτο οἰκονομήσαντος ἵνα τρανοτέρα τοῖς ἐπιγινομένοις γένηται τῶν τοῦ ἁγίου κατορθωμάτων ἡ γνῶσις. Ἕκαστος γὰρ τῶν ἐξ ἀλλοτρίας ἡκόντων ἐφιστάμενος τῷ τόπῳ καὶ τὸν μάρτυρα ζητῶν εἶτα οὐχ ὁρῶν ἐκεῖ εὐθέως ἐπὶ τὸ ζητήσαι τὴν αἰτίαν ἔρχεται καὶ οὕτω πᾶσαν τὴν ἱστορίαν ἀκούσας ἄπεισι πλέον κερδάνας ἢ πρότερον. Οὕτω καὶ παραγενόμενος τῇ Δάφνῃ καὶ πάλιν αὐτὴν ἐγκαταλιπὼν τὰ μέγιστα ὀνίνησι.