Ancient Greek
Sect 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 17
Not analysed yet
Εἰ γὰρ καὶ τῶν πραγμάτων ἐκβεβηκότων καὶ τοσούτων μαρτυρούντων τῷ τέλει, τῶν τε ἐν ἐκείνοις πιστευσάντων τοῖς χρόνοις καὶ τῶν ἐξ ἐκείνου πανταχοῦ ταῦτα ᾀδόντων, οὐ παρ' ἡμῖν μόνον ἀλλὰ καὶ παρὰ βαρβάροις καὶ τοῖς ἐκείνων μᾶλλον ἐκτεθηριωμένοις, ὅμως εἰσί τινες, μετὰ τοσαῦτα τεκμήρια καὶ τῆς οἰκουμένης ἁπάσης ὡς εἰπεῖν τὴν μαρτυρίαν, οἳ διαπιστοῦσι τοῖς γεγενημένοις—καὶ πολλοὶ οὕτως ἀβασανίστος καὶ ἀνεξετάστως—τίς ἂν παρὰ τὴν ἀρχὴν μήτε πράγματα θεασάμενος μήτε μαρτυρίας ἀξιοπίστους τούτων ἔχων ταύτην ἂν τὴν πίστιν ἐδέξατο τῇ ψυχῇ; Τί δαὶ ὅλως καὶ ἐξεπῆρε πλάσαι καὶ συνθεῖναί τι τοιοῦτον αὐτούς;