Ancient Greek
Sect 29
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 29
Not analysed yet
Τίς οὖν ὁ νόμος; Τοῖς ἡμαρτηκόσι μὴ κατὰ πόδας τὴν τιμωρίαν ἐπάγειν, ἀλλ' ἐνδιδόναι τῷ πεπλημμεληκότι χρόνους καὶ προθεσμίαν τὸ πλημμεληθὲν ἀποδύσασθαι, καὶ διὰ τῆς μετανοίας ἐξισωθῆναι τοῖς οὐδὲν εἰργασμένοις δεινόν· ὅπερ καὶ τότε ἐνεδείξατο εἰς τὸν δείλαιον ἐκεῖνον ὁ Θεός. Ἐγίνετο δὲ πλέον οὐδὲν ἀλλ' ἔμενεν ἀδιόρθωτος. Ὁ δὲ φιλάνθρωπος καὶ τοῦτο προειδὼς οὐδὲ οὕτως ὑπερεῖδεν αὐτὸν οὐδὲ ἐνέλιπε τὰ παρ' αὐτοῦ ποιῶν ἀλλ' αὐτὸς μὲν καὶ ἐπεσκόπησε κάμνοντα καὶ τὰ πρὸς ὑγίειαν ἔπραξεν, ἐκεῖνος δὲ οὐκ ἠθέλησε τὸ φάρμακον δέξασθαι ἀλλὰ καὶ τὸν ἐπὶ τούτῳ πεμφθέντα συνέκοψεν ἰατρόν. Τὸ δὲ φάρμακον καὶ ὁ τῆς ἰατρείας τρόπος τοιοῦτος ἦν.