Ancient Greek
Sect 33
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 33
Not analysed yet
Καὶ μηδὲ μέχρι τούτου στήσῃς τὴν εἰκόνα, ἀλλ' ἔκτεινον αὐτὴν καὶ ἐπὶ τὸν τοῦ Θεοῦ δοῦλον τὸν μακάριον Βαβύλαν καὶ τὸ σχῆμα τὸ ταπεινὸν καὶ ἐπὶ τὴν στολὴν τὴν ἰδιωτικὴν καὶ τὴν συντετριμμένην ψυχὴν καὶ τὸ θράσους ἀπηλλαγμένον φρόνημα καὶ οὕτως ἀμφοτέρους διαγράψας καὶ ἀντιθεὶς τότε γνώσῃ τὸ θαῦμα καλῶς μᾶλλον δὲ οὐδὲ οὕτως ἐπιλήψῃ τῆς ἀκριβείας αὐτῆς. Τὴν γὰρ παρρησίαν ἐκείνην λόγος μὲν οὐδεὶς οὐδὲ ὄψις παραστῆσαι δύναιτ' ἂν ἡ πεῖρα δὲ μόνη καὶ ἡ χρῆσις αὐτῆς. Καὶ τὸ παράστημα τῆς τοῦ γενναίου ψυχῆς μόνος ἐκεῖνος δύναιτ' ἂν εἰδέναι καλῶς ὁ δυνηθεὶς εἰς τὴν αὐτὴν αὐτῷ τῆς παρρησίας φθάσαι κορυφῆν. Πῶς γὰρ προσῆλθεν ὁ γέρων; Πῶς τοὺς δορυφόρους διέκοψε; Πῶς τὸ στόμα διῆρε; Πῶς ἐφθέγξατο; Πῶς ἐπετίμησε; Πῶς τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισε τὸ φλεγμαῖνον ἔτι τῷ θυμῷ καὶ ζέον τῷ φόνῳ; Πῶς ἀπώσατο τὸν ἀνδροφόνον; Οὐδὲν αὐτὸν τῶν δρωμένων κατέπληξε καὶ τῆς προθέσεως ἐξέκρουσεν. Ὢ ψυχῆς ἀκαταπλήκτου καὶ διανοίας ὑψηλῆς, ὢ φρενῶν οὐρανίων καὶ παραστήματος ἀγγελικοῦ. Ὥσπερ γὰρ ἐν τοίχῳ γεγραμμένην ἅπασαν τὴν φαντασίαν ἐκείνην ὁρῶν οὕτως ἀταράχως ἅπαντα ἔπραττεν ὁ γενναῖος ἀνήρ.