Ancient Greek · ~2 min
Sect 32
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 32
Not analysed yet
Εἰ δὲ βούλει τὸ θαῦμα ἅπαν καταμαθεῖν ἀκριβῶς μὴ ψιλῷ τῷ ῥήματι πρόσεχε ἀλλ' ὑπόγραψον τοὺς δορυφόρους, τοὺς ὑπασπιστάς, τοὺς στρατηγούς, τοὺς ἄρχοντας—τοὺς ἐν ταῖς βασιλικαῖς αὐλαῖς στρεφομένους, τοὺς ἐπὶ τῶν πόλεων τεταγμένους—τὸν τῦφον τῶν προηγουμένων, τῶν ἑπομένων τῶν σοβούντων τὸ πλῆθος, τὴν ἄλλην θεραπείαν ἅπασαν. Εἶτα αὐτὸν ἐν τῷ μέσῳ μετὰ πολλοῦ μὲν ἐπιβαίνοντα τοῦ φρονήματος σεμνότερον δὲ ἀπὸ τῶν ἱματίων φαινόμενον καὶ ἀλουργίδος καὶ τῶν λίθων τῶν πανταχοῦ διεσπαρμένων κατὰ τὴν δεξιὰν κατὰ τὴν συμβολὴν τῆς χλανίδος, τῶν ἀπὸ τοῦ διαδήματος ἐξ αὐτῆς ἀστραπτόντων τῆς κεφαλῆς.