Ancient Greek
Sect 41
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 41
Not analysed yet
Οἱ μὲν γὰρ παρ' αὐτοῖς τὴν τῶν ἱερῶν ἐπιμέλειαν ἐγχειρισμένοι μᾶλλον δεσποτῶν καὶ τῶν εἰδώλων δὲ αὐτῶν τοὺς βασιλεῖς θεραπεύουσι, καὶ διὰ τὸν ἐκείνων φόβον καὶ τοῖς ξοάνοις αὐτοῖς παρεδρεύουσιν ὡς τοὺς πονηροὺς δαίμονας τοῖς βασιλεῦσι χάριν ἔχειν τῆς εἰς αὐτοὺς τιμῆς. Αὐτίκα γοῦν ὅταν τινὰ συμβῇ μὴ τὰ ἐκείνων φρονοῦντα ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀρχὴν, εἰσιών τις εἰς τοὺς τῶν εἰδώλων ναοὺς πανταχοῦ τῶν τοίχων ὄψεται διατεταμένα τὰ τῶν ἀραχνίων ὑφάσματα καὶ τοσαύτην ἐπικειμένην τῷ ξοάνῳ τὴν κόνιν ὡς μήτε ῥῖνα μήτε ὀφθαλμὸν μήτε ἄλλο τι τοῦ προσώπου φαίνεσθαι μέρος, τῶν δὲ βωμῶν τῶν μὲν τὰ λείψανα μόνον ἕστηκε τοῦ πλείονος ἀποθραυσθέντος μέρους τοὺς δὲ οὕτω βαθεῖα πάντοθεν περιβάλλει πόα ὡς τὸν ἀγνοοῦντα κοπρίας τινὸς σωρείαν εἶναι νομίζειν τὸ φαινόμενον. Τὸ δὲ αἴτιον ὅτι πάλαι μὲν αὐτοῖς κλέπτειν ἐξῆν ὅσα ἐβούλοντο καὶ γαστρίζεσθαι διὰ τῆς τῶν ξοάνων θεραπείας· νῦν δὲ ὑπὲρ τίνος ἑαυτοὺς κόψουσι; Προσεδρεύσοντες γὰρ καὶ δαπανώμενοι παρ' ἐκείνων μὲν οὐδεμίαν προσδοκῶσιν ἀμοιβήν—καὶ γάρ εἰσι ξύλα καὶ λίθοι—τὸ δὲ πεῖθον αὐτοὺς ὑποκρίνεσθαι τὴν θεραπείαν ἡ παρὰ τῶν κρατούντων τιμή, καὶ αὕτη ἀνῄρηται τῶν βασιλευόντων γενομένων συνετῶν καὶ τὸν τοῦ Θεοῦ προσκυνούντων Υἱόν.