Ancient Greek
Sect 47
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 47
Not analysed yet
Ἀλλ' ἡ παρρησία ἴσως θαυμαστή; Ἀλλὰ ταύτης οὐδὲν τερατωδέστερον. Τὸν γὰρ ἀγαθὸν ἄνδρα πρὸς τὸ κοινωφελὲς ἅπαντα πράττειν χρὴ καὶ τὸν τῶν ἄλλων βίον κατορθοῦν, τὸ δὲ ἀξιῶσαι μὴ ἐπισκοτεῖν ποίαν πόλιν, ποίαν οἰκίαν, τίνα ἄνδρα, ποίαν γυναῖκα διέσωσεν; Εἰπὲ τῆς παρρησίας τὸ κέρδος. Τὸ γὰρ τοῦ μάρτυρος ἡμεῖς ἐπεδείξαμεν καὶ προιόντες δὲ αὐτὸ σαφέστερον ἐκκαλύψομεν. Τέως δὲ τὸν ὑβριστὴν ἐκόλασε καὶ ταύτῃ ᾗ τὸν ἱερέα κολάζειν θέμις ἐστί· τὰ τῶν ἀρχόντων κατέστειλε φρονήματα, τοῖς τοῦ Θεοῦ νόμοις κινουμένοις ἐπήμυνε, τιμωρίαν ὑπὲρ τοῦ κακῶς σφαγέντος ἀπῄτησε τὴν πασῶν τιμωριῶν χαλεπωτέραν τοῖς γε νοῦν ἔχουσι. Μέμνησθε δήπου πάντως ὅτε περὶ τοῦ φόνου διελεγόμην πῶς ἕκαστος διεθερμαίνετο τῶν ἀκροατῶν καὶ τὸν αὐθέντην λαβεῖν ηὔχετο;