Ancient Greek
Sect 46
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 46
Not analysed yet
Ἀλλὰ καὶ παρρησίαν ἐπεδείξατο πρὸς βασιλέα πολλήν. Ἴδωμεν οὖν καὶ τὴν πολλὴν παρρησίαν μή ποτε καὶ αὕτη τῆς τοῦ πίθου τερατείας ματαιοτέρα οὖσα τύχοι. Τίς οὖν ἡ παρρησία; Ἐλαύνοντι τῷ Μακεδόνι ποτὲ ἐπὶ τὸν Πέρσην ἐπιστάντι τε αὐτῷ καὶ ἀπαγγεῖλαι προτρέψαντι εἴ τινος δέοιτο, οὐδενὸς, ἔφη, πλὴν τοῦ μὴ ἐπισκοτεῖν αὐτῷ τὸν βασιλέα—καὶ γὰρ ἔτυχε ἤδη θερόμενος ὁ φιλόσοφος. Οὐ καταδύσεσθε; Οὐκ ἐγκαλύψεσθε; Οὐκ ἀπελθόντες ἑαυτούς που κατορύξετε ἐπὶ τούτοις μεγαλοφρονοῦντες ἐφ' οἷς αἰσχύνεσθαι ἐχρῆν; Πόσῳ γὰρ βέλτιον ἦν ἱμάτιον ἐνδύντα ἁδρὸν ἐνεργὸν εἶναι καί τι τῶν χρησίμων τὸν βασιλεύοντα τότε αἰτεῖν ἢ καθῆσθαι μετὰ τῶν ῥακίων θερμαινόμενον κατὰ τὰ μικρὰ καὶ ὑπομάζια τῶν παιδίων ἅπερ αἱ τίτθαι μετὰ τὸ λοῦσαι καὶ ἀλεῖψαι προτιθέασιν εἰς τοῦτο εἰς ὅπερ ὁ φιλόσοφος τότε ἐκάθητο γραιδίου δυστήνου χάριν αἰτῶν;