Ancient Greek · ~3 min
Sect 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 5
Not analysed yet
Καὶ ἵνα μὴ μόνον οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες ἀτιμάζωνται νόμοι καὶ τοὺς τῆς φύσεως αὐτοὺς θεσμοὺς ἐκ βάθρων ἀνέσπασαν αὐτὴν καθ' ἑαυτῆς ἐκβακχεύσαντες καὶ τὸν ἁπάντων ἐναγέστερον φόνον εἰς τὸν τῶν ἀνθρώπων εἰσάγοντες βίον. Οὐδένας γὰρ ἐχθροὺς οὕτως λοιπὸν ὡς τοὺς γεγεννηκότας ἅπαντες ἔδεισαν, καὶ οἷς ἐχρῆν μάλιστα πάντων θαρρεῖν τούτους μάλιστα πάντων δι' ὑποψίας εἶχον καὶ ἀπεστρέφοντο. Οἱ γὰρ ἀλάστορες ἐκεῖνοι δι' ὧν ὁ Θεὸς αὐτοὺς ἐπὶ τὴν θεωρίαν τοῦδε τοῦ κόσμου παρήγαγε διὰ τούτων αὐτοὺς ταύτης ἐκβαλεῖν ἐφιλονείκησαν τῆς δωρεᾶς, τοὺς πρὸς τὸ ζῆν ὑπηρετησαμένους τούτους καὶ τοῦ θανάτου καταστήσαντες αἰτίους ὥσπερ ἐπιδείξαι βουλόμενοι ὅτι πλέον αὐτοῖς οὐδὲν γέγονεν ἐκ τῆς ἀγαθότητος τοῦ Θεοῦ· οὐ γὰρ ἑτέρων δεήσονται σφαγῶν ἀλλὰ τῶν φυσαμένων αὐτῶν ταῦτα.