Ancient Greek
Sect 52
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 52
Not analysed yet
Μετὰ δὲ τούτων καὶ ἕτερόν τι τούτων οὐχ ἧττον ἐδίδαξέ τι καλόν—ὅτι τὰ αὑτοῦ ποιεῖν ἕκαστον χρὴ κἂν μηδεὶς ὁ δεχόμενος ᾖ τῶν γινομένων τὸ κέρδος. Οὐδὲ γὰρ αὐτός τι τότε τῆς παρρησίας εἰς τὴν ὠφέλειαν ἀπώνατο τοῦ βασιλέως, ἀλλ' ὅμως τὸ αὐτοῦ πᾶν ἐπλήρωσε καὶ ἐνέλιπεν οὐδέν. Ὁ δὲ κάμνων διὰ τῆς οἰκείας ἀπονοίας ἐλυμήνατο τοῦ τεχνίτου τὴν ἐπιστήμην μετὰ πολλοῦ τοῦ θυμοῦ τὸ φάρμακον ἀπὸ τοῦ τραύματος ἀφελών. Ὥσπερ γὰρ οὐκ ἀρκοῦν εἰς ἀσέβειαν τὸ φονεῦσαι καὶ ἀναισχύντως ἐπιπηδῆσαι τῷ ναῷ τοῦ Θεοῦ, προσετίθει φόνῳ φόνον ἕτερον καὶ καθάπερ φιλονεικῶν ὁμοῦ καὶ νικῆσαι τοῖς δευτέροις τὰ πρότερα καὶ τὰ τῶν φθασάντων πάθη ἀμαυρῶσαι τῇ τῶν ὑστέρων ὑπερβολῇ [τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μανία τὰ ἐναντία κατασκευάζειν ἅμα] οὕτως ἀμφοτέραις ταῖς σφαγαῖς ἔχειν τι κατάλληλον ἐξαίρετον ἔδωκεν. Καὶ ἦν ἡ μὲν προτέρα ἐλεεινοτέρα τῆς δευτέρας ἡ τοῦ παιδός, ἡ δὲ δευτέρα ἐναγεστέρα τῆς προτέρας ἡ τοῦ μακαρίου Βαβύλα.