Ancient Greek
Sect 60
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 60
Not analysed yet
Ὅθεν καὶ οὗτος μειζόνως διεκόπτετο τὰ σπλάγχνα τὴν ἀπώλειαν τοῦ βασιλέως περαιτέρω προιοῦσαν ὁρῶν. Οὐδὲ γὰρ μόνον ὑπὲρ τοῦ νεὼ δακνόμενος ἔπραττεν ἅπερ ἔπραττεν ἀλλὰ καὶ ὑπὸ τῆς πρὸς ἐκεῖνον εὐνοίας ἐπικαμπτόμενος. Ὁ μὲν γὰρ εἰς τὴν τοῦ Θεοῦ λειτουργίαν ὑβρίζων ἐκείνην μὲν ἔβλαψεν οὐδὲν ἑαυτὸν δὲ μυρίοις περιέπειρε κακοῖς. Διόπερ ὁ φιλόπαις πατὴρ θεωρῶν κατὰ κρημνῶν ὠθούμενον τῷ θυμῷ τὸν ὑβριστὴν ἀνέχειν τὴν ἄλογον φορὰν ἐσπούδαζεν ὥσπερ τινὰ δυσήνιον ἵππον εἰς τοὐπίσω διὰ τῆς ἐπιπλήξεως ἀνακρούσασθαι σπεύδων αὐτόν. Ἀλλ' οὐκ εἴασεν ἐκεῖνος ὁ δείλαιος ἀλλὰ τὸν χαλινὸν ἐνδακὼν καὶ ἀντιτείνας καὶ θυμῷ καὶ μανίᾳ ἀντὶ τῶν ὀρθῶν λογισμῶν ἑαυτὸν ἐκδοὺς εἰς τὰ βάραθρα τῆς ἐσχάτης ἀπωλείας ἐνέβαλε, καὶ τὸν ἅγιον τοῦ δεσμωτηρίου ἐξαγαγὼν τὴν ἐπὶ θανάτῳ ἀπαχθῆναι δεδεμένον ἐκέλευσε.