Ancient Greek
Sect 67
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 67
Not analysed yet
Καὶ ὅτι οὐχ ἁπλῶς κομπάζων ταῦτα λέγω νῦν ἀλλὰ πρὸς ὠφέλειαν τὴν ἡμετέραν τοῦτο γεγένηται ἱκανὰ μὲν τὸν λόγον πιστώσασθαι καὶ τὰ καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν μαρτύρων γινόμενα θαύματα καὶ τὸ πλῆθος τῶν οὕτως ἐπιστρεφόντων ἀνδρῶν, οὐχ ἧττον δὲ ἐκείνων καὶ τὰ τοῦ μακαρίου τούτου κατορθώματα τὰ μετὰ τὴν τελευτήν. Ἐπειδὴ γὰρ ἐτάφη καθὼς ἐπέσκηψε καὶ χρόνος παρῆλθε μακρὸς μετὰ τὴν ταφὴν ὡς ὀστᾶ λείπεσθαι μόνον καὶ κόνιν ἐν τῇ σορῷ ἔδοξέ τινι τῶν μετὰ ταῦτα βασιλευσάντων εἰς τὸ προάστειον τουτὶ τὴν Δάφνην ἀπενεχθῆναι τὴν λάρνακα, ἔδοξε δὲ τοῦ Θεοῦ πρὸς τοῦτο κινήσαντος τὴν τοῦ βασιλέως ψυχήν. Ὡς γὰρ εἶδε τὸ χωρίον ὑπὸ τῆς τῶν νέων ἀσελγείας τυραννούμενον καὶ κινδυνεῦον ἄβατον εἶναι τοῖς σεμνοτέροις καὶ ἐπιεικῶς βουλομένοις βιοῦν ἐλεήσας αὐτὸ τῆς ἐπηρείας ἔπεμψε τὸν ἀμυνοῦντα τὴν ὕβριν.