Ancient Greek
Sect 74
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 74
Not analysed yet
Καὶ τὸ μὲν πρῶτον ἐδόκει διὰ τὸ μὴ μετέχειν θυσιῶν καὶ τῆς ἄλλης θεραπείας τοῦτο ποιεῖν. Τοιοῦτος γὰρ ὁ δαιμόνων τρόπος· ὅταν μὲν τῇ κνίσῃ καὶ τῷ καπνῷ καὶ τοῖς αἵμασιν αὐτοὺς θεραπεύωσι καθάπερ κύνες αἱμοβόροι καὶ λίχνοι παραγίνονται λάψοντες, ὅταν δὲ μηδεὶς ὁ ταῦτα παρέχων ᾖ καθάπερ τινὶ λιμῷ διαφθείρονται, καὶ τῶν μὲν θυσιῶν καὶ τῶν αἰσχρῶν ἐπιτελουμένων τελετῶν—οὐδὲν γὰρ αὐτῶν ἕτερον τὰ μυστήρια ἀλλ' ἢ ἔρωτες ἄτοποι καὶ παίδων ὕβρεις καὶ γάμων διαφθοραὶ καὶ οἰκιῶν ἀνατροπαί (τῶν γὰρ φόνων τοὺς σκαιοὺς τρόπους καὶ τὰ τῶν φόνων ἀνομώτερα δεῖπνα ἀφίημι νῦν)—ἀλλ' ὅμως τούτων μὲν τελουμένων πάρεισι καὶ εὐφραίνονται κἂν κακοῦργοι κἂν γόητες κἂν λοιμοὶ οἱ ταῦτα τελοῦντες ὦσι. Μᾶλλον δὲ οὐδέ εἰσιν ἕτεροί τινες οἱ ταῦτα διακονούμενοι. Σώφρων γὰρ ἀνὴρ καὶ ἐπιεικὴς καὶ σεμνὸς οὐκ ἂν ἀνάσχοιτο κώμου καὶ μέθης οὐδὲ ῥῆμα αἰσχρὸν οὔτε αὐτὸς ἐκβαλεῖν οὔτε ἑτέρου τινὸς τοιαῦτα ἀσχημονοῦντος ἀκοῦσαι. Καίτοι γε ἐχρῆν εἰ τῆς ἀρετῆς ἐπεμελεῖτο τῆς ἀνθρωπίνης καὶ τῆς εὐζωίας τῶν προσκειμένων αὐτῷ λόγον εἶχε βραχὺν πλέον βίου ζητεῖν ἀρίστου καὶ τρόπων ὀρθότητος καὶ τὴν ἀσχήμονα πᾶσαν ἐκείνην ἀφεῖναι θοίνην. Ἀλλ' ἐπειδὴ τῆς τῶν ἀνθρώπων ἀπωλείας αὐτοῖς οὐδὲν προτιμότερον τούτοις καὶ τέρπονται καὶ τιμᾶσθαι λέγουσιν ἃ τὸν βίον ἀνατρέπειν εἴωθε τὸν ἡμέτερον καὶ πάντα ἐκ βάθρων ἀνασπᾶν τὰ καλά.