Ancient Greek
Sect 75
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 75
Not analysed yet
Τὸ μὲν οὖν πρῶτον ἐδόκει καὶ οὗτος διὰ τοῦτο σιγᾶν ἠλέγχετο δὲ ὕστερον ἰσχυρᾷ πεπεδημένος ἀνάγκῃ. Ὁ γὰρ ἀναγκάζων φόβος αὐτὸν ἀντὶ χαλινοῦ τινος ἐπικείμενος ἐκώλυε τῇ συνήθει χρῆσθαι κατὰ τῶν ἀνθρώπων ἀπάτῃ. Πόθεν τοῦτο δῆλον; Ἀλλὰ μὴ θορυβηθῆτε. Πρὸς γὰρ αὐτὴν βαδιοῦμαι τὴν ἀπόδειξιν μεθ' ἣν οὐδὲ τοῖς μεμελετηκόσιν ἀναισχυντεῖν ἐξέσται τοῦτο ποιεῖν, οὐ περὶ τῶν παλαιῶν ἐκείνων, οὐ περὶ τῆς τοῦ μάρτυρος δυνάμεως, οὐ περὶ τῆς τοῦ δαίμονος ἀσθενείας. Οὐδὲ γὰρ δέομαι στοχασμοῖς τισι καὶ δι' εἰκότων τοῦτο ποιῆσαι φανερὸν ἀλλ' αὐτὴν τοῦ δαίμονος τὴν ὑπὲρ τούτων παρέξομαι μαρτυρίαν. Αὐτὸς γὰρ ὑμῖν καιρίαν ἔδωκε τὴν πληγὴν καὶ τὴν παρρησίαν ὑμῶν πᾶσαν ἐξέκοψεν. Ἀλλὰ μὴ ὀργίζεσθε αὐτῷ. Οὐ γὰρ ἑκὼν τὰ αὐτοῦ κατέβαλεν ἀλλὰ ἀναγκαζόμενος ὑπὸ μείζονος δυνάμεως τοῦτο ἔπραττε.