Ancient Greek · ~3 min
Sect 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 8
Not analysed yet
Καὶ γὰρ ἦν ἴδιον ἔργον αὐτοῦ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις καθὼς καὶ ὁ μαθητὴς αὐτοῦ φησιν· "Εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο." Ἀλλὰ πᾶσαν μὲν αὐτοῦ καταλέγειν τὴν φιλανθρωπίαν οὐ τοῦ παρόντος καιροῦ—ἀλλὰ κἂν πάντας τοὺς αἰῶνας περὶ αὐτῆς φθέγγηταί τις, κἂν τοσαύτην ἔχῃ δύναμιν ὅσην τὰς ἀσωμάτους δυνάμεις εἰκὸς οὐδὲ οὕτως ἐφάψεται τῆς ἀξίας ποτέ. Ὅσον γάρ ἐστιν ἀγαθὸς μόνος οἶδεν αὐτὸς ἐπειδὴ καὶ μόνος ἐστὶν οὕτως ἀγαθός. Ὅρα γοῦν οἷα τοῖς μαθηταῖς φησιν· "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει." Οὐδὲ γὰρ ἂν τοσαύτης αὐτοῖς μετέδωκε τῆς τιμῆς μὴ λίαν καὶ ἀπείρως ὢν ἀγαθός.