Ancient Greek
Sect 82
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 82
Not analysed yet
Ἀλλ' οὐ περὶ πάντων εἶπε τῶν νεκρῶν. Τί οὖν τοῦτο οὐ διαρρήδην ὡμολόγησεν; Ἦ σοὶ τὸ δρᾶμα ὑποκρινομένῳ τῆς πλάνης τοῦτο ἀφῆκε τὸ αἴνιγμα. Ἐγὼ μὲν γὰρ λέγω τοὺς νεκροὺς, φησίν, ὥστε μὴ δήλην γενέσθαι τὴν ἧτταν καὶ ἄλλως γὰρ δέδοικα ὀνομαστὶ τὸν ἅγιον εἰπεῖν, σὺ δὲ νόει τὸ λεχθὲν καὶ ἀντὶ πάντων κίνει τὸν μάρτυρα· ἐκεῖνος γὰρ ἡμᾶς ἐπεστόμισε. Τοσαύτην κατέγνω παραπληξίαν τῶν θεραπευόντων αὐτὸν ὡς οὕτω φανερὰν ἀπάτην μὴ δυνηθῆναι συνιδεῖν. Εἰ γὰρ ἐξεστήκεσαν ἅπαντες εἰ ἐμεμήνεσαν οὐδ' ἂν οὕτω διέφυγον τὴν τῆς ἥττης κατάγνωσιν—οὕτω φανερὰ πᾶσίν ἐστι καὶ σαφής. Εἰ γὰρ μίασμα τι καὶ μύσος ἔσται, ὡς φῄς, τὰ νεκρὰ τῶν ἀνθρώπων σώματα, πολλῷ μᾶλλον τὰ τῶν ἀλόγων ὅσῳ καὶ τὸ γένος ἀτιμότερον τοῦ γένους. Πολλῶν δὲ καὶ κυνῶν καὶ πιθήκων καὶ ὄνων ὀστᾶ πλησίον τοῦ ναοῦ κατορώρυκται καὶ ταῦτα μᾶλλον ἐχρῆν μετακινεῖν εἰ μὴ πιθήκων ἀνθρώπους ἀτιμοτέρους ἡγῇ.