Ancient Greek
Sect 90
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 90
Not analysed yet
Εἵλκετο μὲν γὰρ ἡ λάρναξ διὰ τῆς ὁδοῦ πάσης, ἐπανῄει δὲ ὁ μάρτυς καθάπερ τις ἀθλητὴς εἰς τὴν ἑαυτοῦ πόλιν δεύτερον φέρων στέφανον ἐν ᾗ καὶ τὸν πρότερον ἀνεδήσατο, ὥστε εἴ τις μὴ καταδέχοιτο τὴν ἀνάστασιν λαμπρότερα τοῦ μάρτυρος μετὰ τὴν τελευτὴν ἔργα θεώμενος αἰσχυνέσθω λοιπόν. Οἷον γάρ τις ἀριστεὺς τροπαίοις συνῆπτε τρόπαια, μεγάλοις μείζονα καὶ θαυμαστοῖς θαυμαστότερα. Τότε μὲν γὰρ πρὸς βασιλέα μόνον ἠγωνίσατο νῦν δὲ καὶ πρὸς βασιλέα καὶ δαίμονα, καὶ τότε μὲν τῶν ἱερῶν περιβόλων τὸν κρατοῦντα ἀπήλασε νῦν δὲ τοῦ χωρίου παντὸς τῆς Δάφνης τὸν λυμεῶνα ἀπήγαγεν οὐ χειρὶ χρώμενος καθάπερ καὶ πρότερον ἀλλ' ἀοράτῳ δυνάμει τὴν ἀόρατον καταγωνιζόμενος. Καὶ ζῶντος μὲν οὐκ ἤνεγκε τὴν παρρησίαν ὁ ἀνδροφόνος, τελευτήσαντος δὲ οὐχ ὑπέμεινε τὴν κόνιν οὔτε ὁ βασιλεὺς οὔτε ὁ δαίμων ὁ ταῦτα κινῶν τὸν βασιλέα ποιεῖν.