Ancient Greek
Sect 98
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 98
Not analysed yet
Καὶ ὅτι οὐ κομπάζων λέγω ταῦτα αὐτὰ παραθήσομαι τὰ ῥήματα τῶν ὀδυρμῶν καὶ τῆς μονῳδίας ἣν εἰς τὸν δαίμονα τοῦτον ὁ τῆς πόλεως εἰργάσατο σοφιστής. Ἔχει δὲ οὕτως ἡ τῶν θρήνων ἀρχή· Ἄνδρες ὧν τοῖς ὀφθαλμοῖς ἀχλὺς κατακέχυται ὥσπερ οὖν καὶ τοῖς ἐμοῖς μήτε καλὴν ἔτι μήτε μεγάλην καλῶμεν τήνδε τὴν πόλιν. Εἶτα εἰπών τινα περὶ τοῦ μύθου τῆς Δάφνης καὶ διαλεχθείς— οὐ γὰρ ἅπαντα ἐνθεῖναι τὸν λόγον ἐνταῦθα καιρὸς ὑπὲρ τοῦ μὴ μῆκος ἐπεισαγαγεῖν περιττὸν—λέγει ὅτι ὁ Περσῶν βασιλεύς ποτε ὁ τὴν πόλιν ἑλὼν ἐφείσατο τοῦ νεώ. Τὰ δὲ ῥήματά ἐστι ταῦτα· Ὁ μὲν στρατὸν ἐφ' ἡμᾶς ἀγαγὼν ᾤετο αὐτῷ βέλτιον εἶναι σεσῶσθαι τὸν νεὼν καὶ τὸ κάλλος τοῦ ἀγάλματος ἐκράτει θυμοῦ βαρβαρικοῦ, νῦν δέ, ἥλιε καὶ γῆ, τίς ἢ πόθεν ὁ πολέμιος οὗτος ὃς οὐδὲ ὁπλιτῶν οὐδὲ ἱππέων οὔτε φιλῶν τινων δεηθεὶς μικρῷ σπινθῆρι πάντα ἀνάλωσεν; Εἶτα δεικνὺς ὅτι αὐτοῦ τότε ἐκράτησεν ὁ μακάριος ὅτε μάλιστα ἤνθει τὰ τῶν Ἑλλήνων θυσίαις καὶ τελεταῖς φησί· Καὶ δὴ καὶ ἡμῖν τὸν νεὼν ὁ μὲν πολὺς ἐκεῖνος κατακλυσμὸς οὐ παρέσυρεν, ἐν αἰθρίᾳ δὲ καὶ τῆς νεφέλης παρελθούσης κατενήνεκται, νεφέλην καὶ κατακλυσμὸν τὸν τοῦ προτέρου βασιλέως καιρὸν καλῶν. Καὶ πάλιν μικρὸν προελθὼν αὐτὸ δὴ τοῦτο πικροτέρως ἀποδύρεται λέγων· Εἶτα διψώντων μέν σοι τῶν βωμῶν αἵματος ἔμενες, Ἄπολλον, φρουρὸς ἀκριβὴς τῆς Δάφνης καὶ ῥαθυμούμενος, ἔστι δὲ ὅπη καὶ προπηλακιζόμενος περικοπτόμενός τε τὸν ἔξω κόσμον ἠνείχου, νῦν δὲ μετὰ πολλὰ μὲν πρόβατα πολλοὺς δὲ βόας στόμα βασιλέως ὅσιον τῷ ποδὶ δεξάμενος, ἰδὼν ὃν προὔλεγες, ὀφθεὶς ὑπὸ τοῦ μεμηνυμένου, πονηροῦ γειτονήματος ἀπαλλαγεὶς νεκροῦ τινος ἐνοχλοῦντος ἐγγύθεν ἐκ μέσης τῆς θεραπείας ἀποπεπήδηκας. Πόθεν ἔτι φιλοτιμησόμεθα πρὸς ἄνδρας ἱερῶν μεμνημένους καὶ ἀγαλμάτων;