Ancient Greek · ~3 min
Sect 97
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Babyla contra Julianum et gentiles 97
Not analysed yet
Ἀλλ' ὅπερ ἔφην πάθος ἐμάχετο πάθει καὶ ὀργῆς ἐκράτει δειλία. Ἐννόησον γάρ μοι τίς ἦν ὁ χρηστὸς ἐκεῖνος εἰς τὸ προάστειον ἀνιὼν καὶ τὸ μὲν μαρτύριον ὁρῶν ἑστηκὸς τὸν δὲ νεὼν ἐμπεπρησμένον καὶ τὸ εἴδωλον ἠφανισμένον καὶ τὰ ἀναθήματα ἀνηλωμένα καὶ τῆς τε ἑαυτοῦ φιλοτιμίας καὶ τῆς σατανικῆς πομπῆς πᾶσαν ἐξῃρημένην ὑπόμνησιν; Εἰ γὰρ μήτε θυμὸς αὐτὸν μήτε ἀθυμία ταῦτα ὁρῶντα εἰσῄει τὴν γοῦν αἰσχύνην οὐκ ἂν ἤνεγκε καὶ τὸν πολὺν γέλωτα, ἀλλ' ἐξέτεινεν ἂν τὰς ἀνόμους χεῖρας καὶ ἐπὶ τοῦ μακαρίου μαρτύριον εἰ μὴ τοῦτο ὅπερ εἶπον κατεῖχεν αὐτόν. Οὐδὲ γὰρ μικρὸν ἦν τὸ γεγονὸς ἀλλὰ πᾶσαν μὲν τῶν Ἑλλήνων τὴν παρρησίαν ἐξέκοψεν ἅπασαν δὲ τὴν εὐφροσύνην ἔσβεσε τοσαύτην δὲ τῆς ἀθυμίας τὴν ἀχλὺν αὐτοῖς κατεσκέδασεν ὅσην ἂν εἰ πάντες ἀπολώλεσαν οἱ ναοί.