Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De beato Philogonio (+ Contra Anomoeos, homilia 6) 3
Not analysed yet
Ταῦτα καὶ μοναχοὶ πάντες ἀκουέτωσαν, καὶ οἱ τὰς τῶν ὀρῶν κατειληφότες κορυφὰς, καὶ οἱ διὰ πάντων σταυρώσαντες ἑαυτοὺς τῷ κόσμῳ, ἵνα κατὰ δύναμιν τὴν ἑαυτῶν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας συγκροτῶσιν, ἀλείφωσιν εὐχαῖς, ὁμονοίᾳ, ἀγάπῃ· εἰδότες ὡς εἰ μὴ τοὺς προβεβλημένους παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοσούτων φροντίδας ἀναδεδεγμένους συγκροτοῖεν παντὶ τρόπῳ καὶ πόῤῥωθεν καθήμενοι, τὸ κεφάλαιον αὐτοῖς ἀπόλωλε τοῦ βίου, καὶ ἡ πᾶσα ἠκρωτηριάσθη σοφία. Ἀλλ' ὅτι μὲν τῆς περὶ τὸν Χριστὸν φιλίας μέγιστον τοῦτο δεῖγμα, ἐντεῦθεν δῆλον· ἴδωμεν δὲ καὶ πῶς τὴν ἐπισκοπὴν ταύτην διῴκησε· μᾶλλον δὲ οὐ δεῖ λόγου λοιπὸν ἐνταῦθα, οὐδὲ τῆς ἡμετέρας φωνῆς, τῆς ὑμετέρας σπουδῆς αὐτὸ τοῦτο δηλούσης. Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσελθὼν, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλλοις, τῷ καρπῷ βριθομένας, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουργοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰσελθών τις καὶ τὰς πνευματικὰς ταύτας ἀμπέλους ἰδὼν, καὶ τὸν καρπὸν τὸν ὑμέτερον, οὐδενὸς δεήσεται λόγου καὶ διδασκαλίας, ὥστε μαθεῖν τὸν ὑμῶν προεστῶτα· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη καὶ ἀναγινωσκομένη. Δείκνυσι γὰρ τὴν πηγὴν ὁ ποταμὸς, καὶ ὁ καρπὸς τὴν ῥίζαν. Ἐχρῆν μὲν οὖν εἰπεῖν καὶ τὸν καιρὸν, καθ' ὅνπερ τὴν ἀρχὴν ἐνεχειρίσθη ταύτην· οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἐγκωμίου μέρος, ἀλλὰ καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετήν. Πολλὴ γὰρ ἡ δυσκολία τότε ἦν, ἄρτι τοῦ διωγμοῦ παυσαμένου, καὶ τῶν λειψάνων ἔτι μενόντων τῆς χαλεπωτάτης ζάλης ἐκείνης, καὶ πολλῆς τῶν πραγμάτων διορθώσεως δεομένων. Καὶ τούτοις ἐχρῆν προσθεῖναι πάλιν, ὡς ἡ τῶν αἱρετικῶν αἵρεσις ἐπ' αὐτοῦ τὴν ἀρχὴν λαβοῦσα ἐνεκόπτετο, τῆς ἐκείνου σοφίας πάντα προορώσης· ἀλλ' ὅμως ἐφ' ἑτέραν ἀναγκαίαν ὑπόθεσιν ὁ λόγος ἡμῖν ἐπείγεται. Διὰ τοῦτο τῷ κοινῷ πατρὶ καὶ ζηλωτῇ τοῦ μακαρίου Φιλογονίου ταῦτα καταλιπόντες εἰπεῖν, ἅτε ἀκριβέστερον ἡμῶν εἰδότι τὰ ἀρχαῖα πάντα, πρὸς ἑτέραν δημηγορίας ὁδὸν βαδιούμεθα. Καὶ γὰρ ἑορτὴ μέλλει προσελαύνειν, ἡ πασῶν τῶν ἑορτῶν σεμνοτάτη καὶ φρικωδεστάτη, ἣν οὐκ ἄν τις ἁμάρτοι μητρόπολιν πασῶν τῶν ἑορτῶν προσειπών. Τίς δέ ἐστιν αὕτη; Ἡ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις.