Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De beato Philogonio (+ Contra Anomoeos, homilia 6) 4.1
Not analysed yet
Ἀπὸ γὰρ ταύτης τὰ Θεοφάνια, καὶ τὸ Πάσχα τὸ ἱερὸν, καὶ ἡ Ἀνάληψις, καὶ ἡ Πεντηκοστὴ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἔλαβον. Εἰ γὰρ μὴ ἐτέχθη κατὰ σάρκα ὁ Χριστὸς, οὐκ ἂν ἐβαπτίσθη, ὅπερ ἐστὶ τὰ Θεοφάνια· οὐκ ἂν ἐσταυρώθη, ὅπερ ἐστὶ τὸ Πάσχα· οὐκ ἂν τὸ Πνεῦμα κατέπεμψεν, ὅπερ ἐστὶν ἡ Πεντηκοστή. Ὥστε ἐντεῦθεν, ὥσπερ ἀπό τινος πηγῆς, ποταμοὶ διάφοροι ῥυέντες, αὗται ἐτέχθησαν ἡμῖν αἱ ἑορταί. Οὐ κατὰ τοῦτο δὲ μόνον δικαία ταύτης ἂν εἴη τῆς προεδρίας ἀπολαύειν ἡ ἡμέρα, ἀλλ' ὅτι καὶ τὸ ἐν αὐτῇ γενόμενον τῶν ἄλλων ἁπάντων πολὺ φρικωδέστερόν ἐστι. Τὸ μὲν γὰρ ἄνθρωπον γενόμενον τὸν Χριστὸν ἀποθανεῖν, τῆς ἀκολουθίας λοιπὸν ἦν· εἰ γὰρ καὶ ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ θνητὸν σῶμα ἀνέλαβε· καὶ ἦν μὲν καὶ τοῦτο θαυμαστόν· τὸ δὲ Θεὸν ὄντα, ἄνθρωπον θελῆσαι γενέσθαι καὶ ἀνασχέσθαι καταβῆναι τοσοῦτον, ὅσον οὐδὲ διάνοια δέξασθαι δύναται, τοῦτό ἐστι τὸ φρικωδέστατον καὶ ἐκπλήξεως γέμον. Ὃ δὴ καὶ Παῦλος θαυμάζων ἔλεγεν· Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Ποῖον μέγα; Θεὸς ἐφανερώθη ἐν σαρκί. Καὶ πάλιν ἀλλαχοῦ· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται ὁ Θεὸς, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Διὰ τοῦτο μάλιστα ἀσπάζομαι τὴν ἡμέραν ταύτην καὶ φιλῶ, καὶ τὸν ἔρωτα εἰς μέσον προτίθημι, ἵνα κοινωνοὺς ὑμᾶς ποιήσω τοῦ φίλτρου· διὰ τοῦτο δέομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ μετὰ πάσης σπουδῆς καὶ προθυμίας παραγενέσθαι, τὴν οἰκίαν ἕκαστον κενώσαντα τὴν ἑαυτοῦ, ἵνα ἴδωμεν τὸν Δεσπότην ἡμῶν ἐπὶ τῆς φάτνης κείμενον, ἐσπαργανωμένον, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα. Ποία γὰρ ἡμῖν ἀπολογία, ποία δὲ συγγνώμη, ὅταν αὐτὸς μὲν ἐκ τῶν οὐρανῶν δι' ἡμᾶς καταβαίνῃ, ἡμεῖς δὲ μηδὲ ἐκ τῆς οἰκίας πρὸς αὐτὸν ἐρχώμεθα; ὅταν μάγοι μὲν, ἄνθρωποι βάρβαροι καὶ ἀλλόφυλοι, ἐκ Περσίδος τρέχωσιν, ὥστε αὐτὸν ἰδεῖν ἐπὶ τῆς φάτνης κείμενον· σὺ δὲ ὁ Χριστιανὸς μηδὲ μικρὸν διάστημα ὑπομένῃς, ὥστε τῆς μακαρίας ταύτης ἀπολαῦσαι θεωρίας; Καὶ γὰρ, ἂν μετὰ πίστεως παραγενώμεθα, πάντως αὐτὸν ὀψόμεθα ἐπὶ τῆς φάτνης κείμενον· ἡ γὰρ τράπεζα αὕτη τάξιν τῆς φάτνης πληροῖ. Καὶ γὰρ καὶ ἐνταῦθα κείσεται τὸ σῶμα τὸ δεσποτικὸν, οὐχὶ ἐσπαργανωμένον, καθάπερ τότε, ἀλλὰ Πνεύματι πανταχόθεν ἁγίῳ περιστελλόμενον. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Οἱ μὲν οὖν μάγοι προσεκύνησαν μόνον· σὺ δὲ, ἂν μετὰ καθαροῦ προσέλθῃς συνειδότος, καὶ λαβεῖν σοι αὐτὸ συγχωρήσομεν καὶ ἀπελθεῖν οἴκαδε. Πρόσιθι τοίνυν καὶ σὺ δῶρα προσάγων, μὴ τοιαῦτα οἷα ἐκεῖνοι, ἀλλὰ πολλῷ σεμνότερα. Προσήνεγκαν ἐκεῖνοι χρυσόν· προσένεγκε σὺ σωφροσύνην καὶ ἀρετήν· προσήνεγκαν ἐκεῖνοι λιβανωτόν· προσένεγκε σὺ εὐχὰς καθαρὰς, τὰ θυμιάματα τὰ πνευματικά· προσήνεγκαν ἐκεῖνοι σμύρναν· προσένεγκε σὺ ταπεινοφροσύνην καὶ τεταπεινωμένην καρδίαν καὶ ἐλεημοσύνην. Ἂν μετὰ τούτων προσέλθῃς τῶν δώρων, μετὰ ἀδείας ἀπολαύσῃ πολλῆς τῆς ἱερᾶς ταύτης τραπέζης. Καὶ γὰρ ἐγὼ διὰ τοῦτο τούτους κινῶ τοὺς λόγους νῦν, ἐπειδὴ οἶδα ὅτι πάντως πολλοὶ κατ' ἐκείνην προσελεύσονται τὴν ἡμέραν, καὶ ἐπιπεσοῦνται τῇ πνευματικῇ ταύτῃ θυσίᾳ. Ἵνα οὖν μηδὲ ἐπὶ κακῷ, μηδὲ ἐπὶ κρίματι τῆς ἡμετέρας ψυχῆς τοῦτο ποιῶμεν, ἀλλὰ ἐπὶ σωτηρίᾳ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ, παντὶ τρόπῳ καθάραντας ἑαυτοὺς οὕτω προσιέναι τοῖς ἱεροῖς μυστηρίοις.