Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De beato Philogonio (+ Contra Anomoeos, homilia 6) 5.1
Not analysed yet
Καὶ μή μοι λεγέτω τις, αἰσχύνης γέμω, ἁμαρτημάτων ἔχω τὸ συνειδὸς πεπληρωμένον, φορτίον ἐπιφέρομαι βαρύτατον· ἱκανὴ γὰρ τῶν πέντε ἡμερῶν τούτων ἡ προθεσμία, ἐὰν νήφῃς καὶ προσεύχῃ καὶ ἀγρυπνῇς, τὸ πολὺ τῶν ἁμαρτημάτων ὑποτέμνεσθαι. Μὴ γὰρ ὅτι βραχὺς ὁ χρόνος ἴδῃς, ἀλλ' ἐκεῖνο σκόπησον, ὅτι φιλάνθρωπος ὁ Δεσπότης· ἐπειδὴ καὶ Νινευῗται ἐν τρισὶν ἡμέραις τοσαύτην ὀργὴν ἀπεκρούσαντο, καὶ οὐδὲν ἐνεπόδισεν ἡ τοῦ καιροῦ στενοχωρία, ἀλλ' ἴσχυσεν ἡ τῆς ψυχῆς προθυμία τῆς φιλανθρωπίας ἐπιλαβομένης τοῦ Δεσπότου τὸ πᾶν ἐργάσασθαι. Καὶ ἡ πόρνη δὲ ἐν βραχείᾳ καιροῦ ῥοπῇ προσελθοῦσα τῷ Χριστῷ, τὰ ὀνείδη πάντα ἀπενίψατο, καὶ τῶν Ἰουδαίων ἐγκαλούντων, ὅτι προσήκατο καὶ μετέδωκεν αὐτῇ παῤῥησίας τοσαύτης ὁ Χριστὸς, τοὺς μὲν ἐπεστόμισεν, ἐκείνην δὲ πάντων ἀπαλλάξας τῶν κακῶν, καὶ τῆς σπουδῆς ἀποδεξάμενος, οὕτως ἀπέπεμψε. Τί δήποτε; Ὅτι μετὰ θερμῆς διανοίας καὶ πεπυρωμένης ψυχῆς καὶ ζεούσης προσῆλθε πίστεως, καὶ τῶν ἁγίων καὶ ἱερῶν ἐκείνων ἥψατο ποδῶν, τοὺς βοστρύχους λύσασα, πηγὰς δακρύων ἐκ τῶν ὀφθαλμῶν ἀφεῖσα, τὸ μύρον κενώσασα. Δι' ὧν γὰρ ἐγοήτευσε τοὺς ἀνθρώπους, διὰ τούτων τὰ φάρμακα τῆς μετανοίας κατεσκεύασε· δι' ὧν ἀνεπτέρωσε τὰς τῶν ἀκολάστων ὄψεις, διὰ τούτων ἐδάκρυσε· διὰ τῶν πλοκάμων, δι' ὧν ὑπεσκέλισεν εἰς ἁμαρτίαν πολλοὺς, διὰ τούτων τοὺς πόδας ἀπέμαξε τοῦ Χριστοῦ· διὰ τοῦ μύρου, δι' οὗ πολλοὺς ἐδελέασε, διὰ τούτου τοὺς πόδας ἐκείνου ἤλειψε. Καὶ σὺ τοίνυν δι' ὧν παρώξυνας τὸν Θεὸν, διὰ τούτων ἵλεων ποίησον πάλιν. Παρώξυνας αὐτὸν διὰ χρημάτων ἁρπαγῆς; διὰ τούτων αὐτὸν κατάλλαξον, καὶ τὰ ἁρπαγέντα ἀποδοὺς τοῖς ἠδικημένοις, καὶ ἕτερα τούτοις προσεπιδοὺς, εἰπὲ κατὰ τὸν Ζακχαῖον· ἀποδίδωμι τετραπλασίονα ὧν ἥρπασα πάντων. Παρώξυνας διὰ γλώττης καὶ λοιδορίας ὑβρίσας πολλούς; ἐξιλέωσαι διὰ γλώττης πάλιν, εὐχὰς καθαρὰς ἀναπέμπων, εὐλογῶν τοὺς λοιδοροῦντας, ἐγκωμιάζων τοὺς κακῶς λέγοντας, χάριν ὁμολογῶν τοῖς ἀδικοῦσι. Ταῦτα οὐχ ἡμερῶν δεῖται, οὐδὲ ἐνιαυτῶν πολλῶν, ἀλλὰ προαιρέσεως μόνης, καὶ ἐν μιᾷ κατορθοῦται ἡμέρᾳ. Ἀπόστηθι τῆς πονηρίας, ἐπιλαβοῦ τῆς ἀρετῆς, παῦσαι τῆς κακίας, καὶ ὑπόσχου μηκέτι ταῦτα ποιεῖν, καὶ ἀρκεῖ σοι τοῦτο εἰς ἀπολογίαν. Ἐγὼ διαμαρτύρομαι καὶ ἐγγυῶμαι, ὅτι τῶν ἁμαρτανόντων ἡμῶν ἕκαστος, ἂν ἀποστὰς τῶν προτέρων κακῶν ὑπόσχηται τῷ Θεῷ μετὰ ἀληθείας μηκέτι αὐτῶν ἅψασθαι, οὐδὲν ἕτερον ὁ Θεὸς ζητήσει πρὸς ἀπολογίαν μείζονα. Φιλάνθρωπος γάρ ἐστι καὶ ἐλεήμων, καὶ καθάπερ ἡ ὠδίνουσα ἐπιθυμεῖ τεκεῖν, οὕτω καὶ αὐτὸς ἐπιθυμεῖ τὸν ἔλεον ἐκχεῖν τὸν ἑαυτοῦ· ἀλλ' αἱ ἁμαρτίαι αἱ ἡμέτεραι τοῦτο διακόπτουσιν. Ἀνέλωμεν τοίνυν τὸ τειχίον, καὶ ἐντεῦθεν ἤδη τῆς ἑορτῆς ἀρξώμεθα, τὰς πέντε ἡμέρας ταύτας πᾶσιν ἀποταξάμενοι· ἐῤῥέτω δικαστήρια, ἐῤῥέτω βουλευτήρια, οἰμωζέτω βιωτικὰ πράγματα καὶ συμβόλαια καὶ συναλλάγματα· τὴν ψυχήν μου βούλομαι σῶσαι. Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ· Ἐξῆλθον ἀπὸ Περσίδος οἱ μάγοι· ἔξελθε σὺ τῶν βιωτικῶν πραγμάτων, καὶ πρὸς τὸν Ἰησοῦν ὅδευσον· οὐκ ἔστι πολὺ τὸ μέσον, ἂν ἐθέλωμεν. Οὐ γὰρ πέλαγος ἀνάγκη διαπερᾶσαι, οὐδὲ ὀρῶν ὑπερβῆναι κορυφὰς, ἀλλ' οἴκοι καθήμενον, εὐλάβειαν ἐπιδεικνύμενον καὶ πολλὴν τὴν κατάνυξιν, ἔστιν ἰδεῖν ἅπαν καταλῦσαι τὸ τειχίον, ἀνελεῖν τὸ κώλυμα, συστεῖλαι τῆς ὁδοῦ τὸ μῆκος· Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι, φησὶ, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ, Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πιστῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινωνίας οὐχ ἑορτὴ καὶ πανήγυρις, ἀλλὰ συνειδὸς καθαρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος. Καὶ καθάπερ τὸν οὐδὲν ἑαυτῷ συνειδότα φαῦλον καθ' ἑκάστην δεῖ προσιέναι τὴν ἡμέραν, οὕτω τὸν ἐν ἁμαρτήμασι προκατειλημμένον, καὶ μὴ μετανοοῦντα οὐδὲ ἐν ἑορτῇ προσιέναι ἀσφαλές. Οὐ γὰρ δὴ τὸ ἅπαξ τοῦ ἐνιαυτοῦ προσελθεῖν ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, ἂν ἀναξίως προσίωμεν, ἀλλ' αὐτὸ δὴ τοῦτο μειζόνως καταδικάζει, ὅτι ἅπαξ προσιόντες, οὐδὲ τότε καθαρῶς προσίεμεν. Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς διὰ τὴν τῆς ἑορτῆς ἀνάγκην τῶν θείων ἅπτεσθαι μυστηρίων· ἀλλ' εἴ ποτε μέλλοιτε τῆς ἁγίας ταύτης μεθέξειν προσφορᾶς, πρὸ πολλῶν ἡμερῶν ἑαυτοὺς διακαθαίρειν διὰ μετανοίας καὶ εὐχῆς καὶ ἐλεημοσύνης καὶ τῆς περὶ τὰ πνευματικὰ σχολῆς, καὶ μὴ πάλιν ἐπιστρέφεσθαι καθάπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Πῶς γὰρ οὐκ ἄτοπον τῶν μὲν σωματικῶν τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ὥστε ἑορτῆς παραγούσης, πρὸ πολλῶν ἡμερῶν καὶ ἱμάτιον ἐκ τῶν κιβωτίων τὸ κάλλιστον ἀνελομένους προευτρεπίζειν, καὶ ὑποδήματα ὠνεῖσθαι, καὶ τραπέζῃ δαψιλεστέρᾳ κεχρῆσθαι, καὶ πολλοὺς πάντοθεν προσεπινοεῖν πόρους, καὶ παντὶ τρόπῳ φαιδρύνειν ἑαυτὸν καὶ καλλωπίζειν· τῆς δὲ ψυχῆς ἠμελημένης, ῥυπώσης, αὐχμώσης, λιμῷ διαφθειρομένης, ἀκαθάρτου μενούσης μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ τὸ μὲν σῶμα καλλωπίζοντα εἰσάγειν ἐνταῦθα, ἐκείνην δὲ γυμνὴν καὶ ἀσχημονοῦσαν περιορᾷν; Καίτοι τοῦτο μὲν ὁ σύνδουλος ὁρᾷ, καὶ βλάβος οὐδὲν κἂν ὁπωσοῦν διακείμενον ᾖ, ἐκείνην δὲ ὁ Δεσπότης, καὶ μεγίστην ἐπάγει κόλασιν τῆς ἀμελείας. Οὐκ ἴστε ὅτι πυρὸς αὕτη γέμει ἡ τράπεζα πνευματικοῦ, καὶ καθάπερ αἱ πηγαὶ φύσιν ὕδατος ἀναβλύζουσιν, οὕτω καὶ αὕτη φλόγα τινὰ ἔχει ἄῤῥητον; Μὴ τοίνυν προσέλθῃς καλάμην ἔχων, μὴ ξύλα καὶ χόρτον, ἵνα μὴ πλείονα τὸν ἐμπρησμὸν ἐργάσῃ, καὶ κατακαύσῃς τὴν μεταλαμβάνουσαν ψυχήν· ἀλλ' ἔχων λίθους τιμίους, χρυσὸν, ἄργυρον, ἵνα καθαρωτέραν ποιήσῃς τὴν ὕλην, ἵνα πολλὴν λαβὼν τὴν ἐμπορίαν, ἀπέλθῃς. Εἴ τι πονηρὸν, ἐξόρισον, φυγάδευσον ἀπὸ τῆς ψυχῆς σου. Ἔχει τις ἐχθρὸν, καὶ τὰ μεγάλα ἠδίκηται; καταλυέτω τὴν ἔχθραν, καταστελλέτω τὴν διάνοιαν φλεγμαίνουσαν, οἰδοῦσαν, ἵνα μηδεὶς ἔνδον θόρυβος ᾖ μηδὲ ταραχή. Βασιλέα γὰρ ὑποδέχεσθαι μέλλεις διὰ τῆς κοινωνίας· βασιλέως δὲ ἐπιβαίνοντος τῇ ψυχῇ, πολλὴν εἶναι δεῖ τὴν γαλήνην, πολλὴν τὴν ἡσυχίαν, βαθεῖαν τῶν λογισμῶν τὴν εἰρήνην. Ἀλλὰ μεγάλα ἠδίκησαι. καὶ οὐ φέρεις ἀφεῖναι τὴν ὀργήν; τί τοίνυν σαυτὸν πολλῷ μείζονα ἀδικεῖς καὶ χαλεπώτερα; Οὐ γὰρ τοιαῦτά σε διαθήσεται ὁ ἐχθρὸς ὅσαπερ ἂν ποιῇ, οἷα σὺ σαυτὸν μὴ καταλλαττόμενος πρὸς ἐκεῖνον, ἀλλὰ τοὺς τοῦ Θεοῦ καταπατῶν νόμους. Ὕβρισέ σε ἐκεῖνος; διὰ τοῦτο οὖν σὺ τὸν Θεὸν ὑβρίζεις, εἰπέ μοι; Τὸ γὰρ μὴ καταλλάττεσθαι τῷ λελυπηκότι, οὐκ ἐκεῖνόν ἐστιν ἀμυνομένου τοσοῦτον, ὅσον τὸν Θεὸν ὑβρίζοντος τὸν ταῦτα νομοθετήσαντα. Μὴ τοίνυν πρὸς τὸν σύνδουλον ἴδῃς, μηδὲ πρὸς τὸ μέγεθος τῶν ἀδικημάτων ἐκείνου· ἀλλὰ τὸν Θεὸν καὶ τὸν ἐκείνου φόβον εἰς νοῦν βαλλόμενος, ἐκεῖνο σκόπησον, ὅτι ὅσῳ ἂν μείζονα πάσχῃς βίαν κατὰ ψυχὴν, μετὰ μυρία κακὰ ἀναγκαζόμενος καταλλάττεσθαι τῷ λελυπηκότι, τοσούτῳ πλείονος ἀπολαύσῃ τῆς τιμῆς παρὰ τοῦ ταῦτα κελεύσαντος Θεοῦ· καὶ καθάπερ αὐτὸν μετὰ πολλῆς ὑποδέχῃ τῆς τιμῆς ἐνταῦθα, οὕτω καὶ αὐτὸς μετὰ πολλῆς ὑποδέξεταί σε τῆς δόξης ἐκεῖ, μυριοπλασίους ἀποδιδούς σοι τῆς ὑποκοῆς ταύτης τὰς ἀμοιβάς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος καὶ προσκύνησις, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.