Ancient Greek · ~11 min
ΕΙΣ ΤΗΝ ΕΠΙΛΥΣΙΝ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Chananaea [Dub.] 1
Not analysed yet
Πολὺς ὁ χειμὼν, ἀλλὰ τὴν προθυμίαν τῶν παραγενομένων οὐ διεκώλυσε· πολλοὶ οἱ πειρασμοὶ, ἀλλὰ τὸν πόθον ὑμῶν οὐκ ἐξέλυσαν. Οὐ παύεται ἡ Ἐκκλησία πολεμουμένη καὶ νικῶσα, ἐπιβουλευομένη καὶ περιγινομένη. Ὅσον ἄλλοι ἐπιβουλεύουσι, τοσοῦτον αὕτη αὔξεται· καὶ τὰ μὲν κύματα διαλύεται, ἡ δὲ πέτρα ἕστηκεν ἀκίνητος. Ἐν ἡμέρᾳ διδασκαλία, ἐν νυκτὶ παννυχίδες· ἡ ἡμέρα πρὸς τὴν νύκτα ἁμιλλᾶται· ἐκεῖ συνάξεις, καὶ ἐνταῦθα συνάξεις. Ἡ νὺξ τὴν ἀγορὰν ἐκκλησίαν ἐργάζεται· ἡ δὲ προθυμία πυρὸς σφοδροτέρα. Οὐ δεῖσθε παραινέσεως, καὶ ἐπιδείκνυσθε τὴν σπουδήν. Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν; Οὐ μόνον οἱ ὄντες οὐκ ἀπελείφθησαν, ἀλλὰ καὶ οἱ μὴ ὄντες προσεγένοντο. Τοιοῦτον τῶν πειρασμῶν τὸ κέρδος· καθάπερ γὰρ ὑετὸς εἰς τὴν γῆν κατιὼν διεγείρει τὰ σπέρματα, οὕτω καὶ ὁ πειρασμὸς εἰς τὴν ψυχὴν εἰσιὼν διεγείρει τὴν προθυμίαν. Λόγος ἐστὶ τοῦ Θεοῦ· ἀκίνητος ἡ Ἐκκλησία· Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ὁ πολεμῶν ἑαυτὸν καταλύει, τὴν δὲ Ἐκκλησίαν ἰσχυροτέραν δείκνυσιν· ὁ πολεμῶν τὴν ἰσχὺν ἑαυτοῦ καταβάλλει, ἡμῶν δὲ λαμπρότερον ἐργάζεται τὸ τρόπαιον. Ὁ Ἰὼβ ἦν καλὸς καὶ πρὸ τούτου· μετὰ δὲ ταῦτα βελτίων ἐφάνη. Οὐχ οὕτω καλὸς ἦν, ὅτε ἀσινὴς ἦν τὸ σῶμα, ὡς καλὸς ἦν ὅτε τῷ ἰχῶρι τῶν τραυμάτων ἐστεφανοῦ[ν]το. Μηδέποτε φοβηθῇς πειρασμὸν, ἐὰν ψυχὴν παρεσκευασμένην ἔχῃς. Οὐ βλάπτει ἡ θλίψις, ἀλλ' ὑπομονὴν κατεργάζεται. Ὥσπερ γὰρ τὸ χρυσίον οὐ βλάπτει ἡ κάμινος, οὕτως οὐδὲ τὸν γενναῖον διαφθείρει ἡ θλίψις. Τί ποιεῖ ἡ κάμινος τῷ χρυσίῳ; Καθαρὸν ἀποτελεῖ. Τί ἐργάζεται ἡ θλίψις τῷ φέροντι; Τὴν ὑπομονήν. Ὑψηλότερον κατασκευάζει, ῥᾳθυμίαν περικόπτει, συνάγει τὴν ψυχὴν, σωφρονέστερον ποιεῖ τὸν λογισμόν. Ἐπήγαγον πειρασμὸν, ἵνα τὰ πρόβατα ἀπελάσωσι, καὶ τὸ ἐναντίον ἐξέβη· εἰσήγαγε γὰρ ποιμένα. Ἐν τίσι τὰ ἡμέτερα; Ἐν εὐδοκιμήσει. Ἐν τίσι τὰ ἐκείνων; Ἐν αἰσχύνῃ. Ποῦ εἰσι τὰ ἐκείνων; Οὐδὲ φαίνονται. Τὴν ἀγορὰν περιέρχομαι, καὶ οὐδένα βλέπω. Φύλλα ἦν, καὶ ἀνέμου φυσήσαντος ἐξέπεσεν· ἄχυρα ἦν, καὶ ἀνεῤῥιπίσθη, καὶ ὁ σῖτος ἐφάνη ὥριμος· μόλυβδος ἦν, καὶ ἐτάκη, καὶ τὸ χρυσίον διέμεινε καθαρόν. Τίς αὐτοὺς ἐλαύνει; Οὐδείς· ἀλλὰ τὸ συνειδὸς πολέμιον ἔχουσι συνοικοῦντα μετὰ τὴν ἁμαρτίαν. Ἴσασι τί ἔπραξαν. Ἐπεὶ καὶ ὁ Κάϊν ἐβούλετο σφάξαι τὸν ἀδελφὸν αὐτοῦ· ἀλλ' ὅτε ἐβούλετο σφάξαι, ἡ ἐπιθυμία ἤνθει· ἐπειδὴ δὲ τὴν ἁμαρτίαν εἰργάσατο, στένων καὶ τρέμων πανταχοῦ τῆς οἰκουμένης περιήρχετο. Οὗτοι δὲ, εἰ καὶ μὴ ἔσφαξαν τῇ πείρᾳ, ἀλλὰ ἔσφαξαν τῇ γνώμῃ. Ἡ σφαγὴ προεχώρησεν ὅσον κατὰ τὴν ἐκείνων πονηρίαν· ἡ δὲ ζωὴ συνεχωρήθη διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ταῦτα λέγω, τὴν προθυμίαν τὴν ὑμετέραν ἐπαλείφων, ἵνα μηδέποτε φοβηθῆτε πειρασμόν. Πέτρα εἶ; Μὴ φοβοῦ τὰ κύματα· Ἐπὶ γὰρ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, φησί. Ποτὲ ἔξωθεν οἱ πόλεμοι, ποτὲ ἔνδοθεν· ἀλλὰ οὐδεὶς καταποντίζει τὸ σκάφος.