Ancient Greek · ~6 min
ΕΙΣ ΤΗΝ ΕΠΙΛΥΣΙΝ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Chananaea [Dub.] 3
Not analysed yet
Μή μοι λέγε, Ἀπωλόμην, καὶ τί λοιπόν; μή μοι λέγε, Ἡμάρτηκα, καὶ τί ποιήσω; Ἰατρὸν ἔχεις ἀνώτερον τῆς ἀῤῥωστίας, ἰατρὸν ἔχεις νικῶντα τοῦ νοσήματος τὴν φύσιν, ἰατρὸν ἔχεις νεύματι θεραπεύοντα, ἰατρὸν ἔχεις θελήματι διορθούμενον, καὶ δυνάμενον καὶ βουλόμενον. Οὐκ ὄντα σε παρήγαγεν· ὄντα σε καὶ διαστραφέντα πολλῷ μᾶλλον διορθῶσαι δυνήσεται. Οὐκ ἤκουσας ὡς τὸ πρότερον ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον; πῶς τὴν γῆν σάρκα ἐποίησε; πῶς νεῦρα; πῶς ὀστέα; πῶς δέρμα; πῶς φλέβας; πῶς ῥῖνα; πῶς ὀφθαλμούς; πῶς βλέφαρα; πῶς ὀφρύν; πῶς γλῶτταν; πῶς θώρακα; πῶς χεῖρας; πῶς πόδας; πῶς τὰ ἄλλα πάντα; Γῆ ἦν τὸ ὑποκείμενον, μία οὐσία· καὶ εἰσῆλθεν ἡ τέχνη, καὶ ποικίλην εἰργάσατο τὴν δημιουργίαν. Μὴ δύνασαι τὸν τρόπον εἰπεῖν καθ' ὅνπερ ἐδημιουργήθης; Οὕτως οὐδὲ τὸν τρόπον δύνασαι εἰπεῖν καθ' ὃν καθαιρεῖται τὰ ἁμαρτήματα. Εἰ γὰρ τὸ πῦρ ἐμπῖπτον εἰς τὰς ἀκάνθας, ἀναλίσκει αὐτὰς, πολλῷ μᾶλλον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα ἡμῶν δαπανᾷ καὶ πρόῤῥιζα ἀνασπᾷ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει. Μὴ ζήτει τὸν τρόπον, μὴ περιεργάζου τὸ γινόμενον, ἀλλὰ πίστευε τῷ θαύματι. Ἡμάρτηκα, λέγεις, πολλὰ καὶ μεγάλα. Καὶ τίς ἐστιν ἀναμάρτητος; Ἀλλὰ ἐγὼ χαλεπὰ, φησὶ, καὶ μεγάλα καὶ ὑπὲρ πάντα ἄνθρωπον. Ἀρκεῖ σοι εἰς θυσίαν τοῦτο· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἐπίγνωθι ὅτι ἥμαρτες, καὶ ἀρχή σοι διορθώσεως τοῦτο γενήσεται. Στύγνασον, γενοῦ κατηφὴς, ἔκχεε δάκρυα. Μὴ γὰρ ἄλλο τι ἐξέχεεν ἡ πόρνη; Οὐδὲν ἕτερον, ἢ δάκρυα καὶ μετάνοιαν· ἔλαβε χειραγωγὸν τὴν μετάνοιαν, καὶ προσῆλθε τῇ πηγῇ.