Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Christi divinitate (+ Contra Anomoeos, homilia 12) 4.1
Not analysed yet
Διὰ τοῦτο μόνον καὶ καθ' ἑαυτὸν πέμπει τὸν τεθεραπευμένον, ἵνα ὡς βούλωνται, καταμόνας λαβόντες, βασανίσωσι τὸ γεγενημένον, καὶ λαβόντες ἱκανὴν τοῦ πράγματος ἀπόδειξιν, παύσωνται τῆς ἀκαίρου μανίας. Διὰ τοῦτο αὐτὸς μὲν οὐδὲν φθέγγεται, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτοῖς ἀπόδειξιν παρέχεται, πανταχοῦ φωνὴν σαφεστάτην ἀφεὶς, καὶ σάλπιγγος λαμπροτέραν ἁπάσης. Οὕτω γὰρ καὶ ἀνύποπτος λοιπὸν ἦν ἡ μαρτυρία, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε. Ὁ παραλυτικὸς εὐαγγελιστὴς γίνεται, διδάσκαλος τῶν ἀπίστων, ἰατρὸς καὶ κήρυξ εἰς ἐκείνων αἰσχύνην καὶ κατάκριμα· ἰατρὸς, οὐχὶ διὰ φωνῆς, ἀλλὰ δι' ἔργων, οὐχὶ διὰ λόγων, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν. Σαφῆ γὰρ καὶ ἀναμφισβήτητον ἐπεφέρετο τὴν ἀπόδειξιν, καὶ ὅπερ ἔλεγεν, ἐδείκνυε διὰ τοῦ σώματος. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἶδες ἰατροῦ σοφίαν; εἶδες κηδεμονίαν; οὐκ ἀπήλλαξε τοῦ παρόντος νοσήματος μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀσφαλίζεται· καὶ μάλα εὐκαίρως. Ὅτε μὲν γὰρ ἦν ἐπὶ τῆς κλίνης, οὐδὲν τοιοῦτον εἶπεν, οὐκ ἀνέμνησεν αὐτὸν ἁμαρτημάτων· δυσάρεστος γάρ πως καὶ ταλαίπωρός ἐστιν ἡ τῶν ἀῤῥωστούντων ψυχή· ὅτε δὲ ἀπήλασε τὴν ἀῤῥωστίαν, ὅτε πρὸς τὴν ὑγίειαν ἐπανήγαγεν, ὅτε τῆς δυνάμεως αὐτοῦ καὶ τῆς κηδεμονίας ἔργῳ τὴν ἀπόδειξιν παρέσχετο, τότε εὔκαιρον ποιεῖται τὴν συμβουλὴν καὶ τὴν παραίνεσιν, ἀξιόπιστος δι' αὐτῶν λοιπὸν τῶν ἔργων φαινόμενος. Τί οὖν ἐκεῖνος ἀπελθὼν κατάδηλον ἐποίησεν αὐτὸν τοῖς Ἰουδαίοις; Κοινωνοὺς αὐτοὺς βουλόμενος λαβεῖν τῆς ἀληθοῦς διδασκαλίας. Ἀλλ' ἐκεῖνοι διὰ τοῦτο ἐμίσουν αὐτὸν, φησὶ, καὶ ἐδίωκον. Ἐνταῦθά μοι προσέχετε· ἐνταῦθα γὰρ ὁ πᾶς ἐστιν ἀγών. Διὰ τοῦτο ἐδίωκον αὐτὸν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Ἴδωμεν οὖν πῶς ἀπολογεῖται· ὁ γὰρ τῆς ἀπολογίας τρόπος δείκνυσιν ἡμῖν, εἴτε τῶν ὑποτεταγμένων, εἴτε τῶν ἐλευθέρων ἐστὶν, εἴτε τῶν διακονουμένων, εἴτε τῶν ἐπιταττόντων. Παρανομία μεγίστη ἐδόκει εἶναι τὸ γεγενημένον· καὶ γὰρ ξύλα ποτέ τις ἐν σαββάτῳ συλλέξας ἐλιθάσθη διὰ τοῦτο, ὅτι βαστάγματα ἔφερεν ἐν σαββάτῳ. Τοῦτο τὸ μέγα ἁμάρτημα ἐνεκαλεῖτο ὁ Χριστὸς, ὅτι ἔλυσε τὸ σάββατον. Ἴδωμεν οὖν εἰ πρότερον συγγνώμην αἰτεῖ ὡς δοῦλος καὶ ὑποτεταγμένος, ἢ ὡς ἐξουσίαν ἔχων καὶ αὐθεντίαν ἐπιδείκνυται, ὡς Δεσπότης, καὶ ἐπικείμενος τῷ νόμῳ, καὶ τὰς ἐντολὰς αὐτὸς δεδωκώς. Πῶς οὖν ἀπολογεῖται; φησίν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Εἶδες αὐθεντίαν; Καίτοι εἰ καταδεέστερος καὶ ἐλάττων ἦν τοῦ Πατρὸς, οὐκ ἔστι τὸ εἰρημένον ἀπολογία, ἀλλ' ἔγκλημα μεῖζον καὶ κατηγορία χαλεπωτέρα. Ὅταν γὰρ ποιῇ τις, ὃ τῷ μείζονι μόνῳ ποιεῖν ἔξεστιν, εἶτα ἁλοὺς ἐγκαλεῖται καὶ λέγει, ὅτι Ἐπειδὴ ὁ μείζων ἐποίησε, διὰ τοῦτο κἀγὼ ἐποίησα, οὐ μόνον οὐκ ἀπολύει τῶν ἐγκλημάτων ἑαυτὸν τούτῳ τῆς ἀπολογίας τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονος μέμψεως καὶ κατηγορίας ὑπεύθυνον ἑαυτὸν καθίστησιν. Ὑπερηφανίας γὰρ καὶ ἀλαζονείας ἐστὶ, τὸ τοῖς μείζοσι τῆς ἀξίας ἐπιχειρεῖν πράγμασι. Καὶ ὁ Χριστὸς τοίνυν εἰ καταδεέστερος ἦν, οὐκ ἦν ἀπολογία τὸ λεγόμενον, ἀλλ' ἔγκλημα μεῖζον· ἐπειδὴ δὲ ἴσος αὐτῷ ἦν, διὰ τοῦτο οὐκ ἔστιν ἔγκλημα. Καὶ εἰ βούλεσθε, ἐπὶ ὑποδείγματος ὃ λέγω ποιήσω φανερόν. Τῷ βασιλεῖ φέρειν ἁλουργίδα, καὶ διάδημα ἔχειν ἐπὶ τῆς κεφαλῆς μόνῳ ἔξεστιν, ἑτέρῳ δὲ οὐδενί. Ἐὰν τοίνυν φανῇ τις τῶν πολλῶν τοῦτο τὸ σχῆμα περικείμενος, εἶτα καὶ εἰς δικαστήριον ἑλκόμενος λέγῃ, ὅτι Ἐπειδὴ ὁ βασιλεὺς τοῦτο τὸ σχῆμα περίκειται, διὰ τοῦτο κἀγὼ περίκειμαι, οὐ μόνον οὐκ ἀφίησιν ἑαυτὸν τῆς κατηγορίας, ἀλλὰ καὶ μείζονος κολάσεως καὶ τιμωρίας καθίστησιν ὑπεύθυνον τῷ τρόπῳ τῆς ἀπολογίας. Πάλιν τὸ τοὺς αἰσχίστους ἀφεῖναι κολάσεως καὶ τιμωρίας, οἷον ἀνδροφόνους, λῃστὰς, τυμβωρύχους, καὶ τοὺς ἕτερα τοιαῦτα τετολμηκότας, βασιλικῆς ἐστι φιλοτιμίας μόνης. Κἂν τοίνυν τις δικαστὴς, τὸν καταδικασθέντα χωρὶς βασιλικῆς γνώμης ἀφεὶς, ἐγκαλῆται, καὶ λέγει καὶ αὐτὸς, ὅτι Ἐπειδὴ καὶ βασιλεὺς ἀφίησι, κἀγὼ ἀφίημι, οὐ μόνον οὐκ ἀπαλλάττεται τούτῳ τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονα ἐξάπτει καθ' ἑαυτοῦ τὴν ὀργήν· καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ δίκαιον ἐν ταῖς παροινίαις ἐπὶ τὴν τῶν μειζόνων αὐθεντίαν ἀναβαίνοντας τοὺς ὑποδεεστέρους, ἐκεῖθεν ἑαυτοῖς πορίζεσθαι τὴν ἀπολογίαν, ἐπειδὴ τοῦτο ὕβρις μείζων ἐστὶν εἰς τοὺς ἐγχειρίσαντας αὐτοῖς τὴν ἀρχήν. Διὰ τοῦτο ἂν μὲν ὑποδεέστερος ᾖ τις, οὐδέποτε τοῦτον ἀπολογήσεται τὸν τρόπον· ἐὰν δὲ βασιλεὺς καὶ τῆς αὐτῆς ὢν ἀξίας, μετὰ παῤῥησίας τοῦτο ἐρεῖ. Ὡς γὰρ ἡ τῆς ἀρχῆς μία ὑπεροχὴ, οὕτω καὶ ἡ ἐξουσία μία γένοιτο ἂν εἰκότως. Ὥστε ἂν φανῇ τις οὕτως ἀπολογούμενος, ἀνάγκη πᾶσα τῆς αὐτῆς ἀξίας εἶναι ἐκείνῳ, οὗ τὴν ἐξουσίαν ὑπὲρ ἑαυτοῦ προβάλλεται. Οὐκοῦν ἐπειδὴ καὶ ὁ Χριστὸς οὕτως ἐδικαιολογήσατο πρὸς Ἰουδαίους, ἀναμφισβητήτως ἡμῖν ἀπέδειξεν, ὅτι τῆς αὐτῆς ἀξίας ἐστὶ τῷ Πατρί. Καὶ μεταγάγωμεν, εἰ δοκεῖ, τὸ ὑπόδειγμα ἐπὶ τὰ ῥήματα τοῦ Χριστοῦ, καὶ τὸ ἔργον ὅπερ εἰργάσατο. Ἔστω τοίνυν τὸ μετ' ἐξουσίας λῦσαι τὸ σάββατον, ὅπερ ἡ ἁλουργὶς καὶ τὸ διάδημα καὶ τὸ ἀφιέναι τοὺς ὑπευθύνους. Ὥσπερ οὖν ἐκεῖνα τῷ βασιλεῖ μόνῳ ἔξεστιν, οὐδενὶ δὲ ἄλλῳ τῶν ὑποκειμένων, ἐὰν δὲ φανῇ τις ποιῶν αὐτὰ, καὶ δικαίως ποιῶν, ἀνάγκη κἀκεῖνον βασιλέα εἶναι· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ φαίνεται μετ' αὐθεντίας ταῦτα ποιῶν ὁ Χριστὸς, εἶτα ἐγκαλούμενος τὸν Πατέρα προβάλλεται λέγων, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, ἀνάγκη πᾶσα καὶ τοῦτον ἴσον εἶναι ἐκείνῳ τῷ μετὰ αὐθεντίας ποιοῦντι. Οὐ γὰρ ἂν, εἰ μὴ ἴσος ἦν αὐτῷ, τούτῳ τῆς δικαιολογίας ἐχρήσατο τῷ τρόπῳ. Καὶ ἵνα σαφέστερον μάθητε τὸ λεγόμενον, ἔλυσαν τὸ σάββατόν ποτε οἱ μαθηταὶ ἐν τῷ τίλλειν τοὺς στάχυας καὶ ἐσθίειν ἐν σαββάτῳ· ἔλυσε καὶ αὐτὸς νῦν· ἐνεκάλεσαν κἀκείνοις οἱ Ἰουδαῖοι, ἐνεκάλεσαν καὶ τούτῳ. Ἴδωμεν πῶς μὲν ὑπὲρ ἐκείνων ἀπολογεῖται, πῶς δὲ ὑπὲρ ἑαυτοῦ· ἵνα ἐκ τῆς διαφορᾶς τὴν ὑπεροχὴν καὶ τὴν ἀπολογίαν αὐτοῦ μάθῃς. Πῶς οὖν ὑπὲρ ἐκείνων ἀπολογεῖται; Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, ὅτε ἐπείνασεν; Ὅταν μὲν γὰρ ὑπὲρ τῶν δούλων ἀπολογῆται, ἐπὶ τὸν σύνδουλον αὐτῶν καταφεύγει Δαυΐδ· ὅταν δὲ ὑπὲρ ἑαυτοῦ, ἐπὶ τὸν Πατέρα ἀνάγει τὸν λόγον· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καὶ ποίαν ἐργασίαν λέγει; ἴσως εἴποι τις ἄν· Ἐν γὰρ ἓξ ἡμέραις κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· τὴν καθημερινὴν πρόνοιαν. Οὐ γὰρ παρήγαγε μόνον τὴν κτίσιν, ἀλλὰ καὶ παραχθεῖσαν αὐτὴν συγκροτεῖ· κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰς ἄνω δυνάμεις, κἂν πάντα ἁπλῶς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, τῆς προνοίας ἀπολαύει τῆς ἐκείνου· κἂν ἔρημα γένηται τῆς ἐνεργείας ἐκείνης, οἴχεται καὶ διαῤῥεῖ καὶ ἀπόλλυται. Βουλόμενος τοίνυν δεῖξαι ὁ Χριστὸς, ὅτι τῶν προνοούντων ἐστὶ, καὶ οὐχὶ τῶν προνοουμένων, τῶν ἐνεργούντων, οὐχὶ τῶν ἐνεργουμένων, εἶπεν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· τὸ πρὸς τὸν Πατέρα ἰσοστάσιον ἐπιδεῖξαι βουλόμενος.