Ancient Greek · ~11 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Christi divinitate (+ Contra Anomoeos, homilia 12) 5.1
Not analysed yet
Ταῦτα δὲ μέμνησθε, καὶ φυλάττετε μετὰ ἀκριβείας ἁπάσης, καὶ τὴν ἀπὸ τῆς πολιτείας φιλοσοφίαν τῇ τῶν δογμάτων ὀρθότητι συνυφαίνετε· ὃ καὶ πρῴην παρεκάλεσα, καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι· πολιτείαν δὲ καὶ φιλοσοφίαν οὐδὲν οὕτως, ὡς ἡ ἐνταῦθα ποιεῖ διατριβή. Καθάπερ γὰρ ἡ χερσουμένη γῆ, μηδένα τὸν ἀρδεύοντα ἔχουσα, γέμει ἀκανθῶν καὶ τριβόλων, ἡ δὲ γεωργικῶν ἀπολαύουσα χειρῶν τέθηλε καὶ κομᾷ καὶ πολὺ βρύει τῷ καρπῷ· οὕτω δὴ καὶ ἡ ψυχὴ, ἡ μὲν τῆς ἀρδείας τῶν θείων ἀπολαύουσα λογίων, τέθηλε καὶ κομᾷ καὶ πολὺ βρύει τῷ καρπῷ τοῦ Πνεύματος· ἡ δὲ ἐν αὐχμῷ καὶ ἀμελείᾳ καὶ σπάνει τῆς τοιαύτης ἀρδείας καθεστῶσα ἐρημοῦται καὶ ὑλομανεῖ καὶ ἀκάνθας ἐκφέρει πολλὰς, τῆς ἁμαρτίας τὴν φύσιν. Ἔνθα δὲ ἄκανθαι, ἐκεῖ δράκοντες καὶ ὄφεις καὶ σκορπίοι καὶ πᾶσα ἡ δύναμις τοῦ διαβόλου. Καὶ εἰ ἀπιστεῖς τῷ λόγῳ, φέρε, τοὺς ἀπολειφθέντας καὶ ἡμᾶς παραβάλωμεν, καὶ ὄψεσθε τότε πολὺ τὸ μέσον· μᾶλλον δὲ ἡμεῖς ἡμᾶς αὐτοὺς ἐξετάσωμεν, τίνες μέν ἐσμεν θείας ἀπολαύοντες διδασκαλίας, τίνες δὲ ἐπὶ πλεῖον ταύτης ἀποστερούμενοι τῆς ὠφελείας τυγχάνομεν. Μὴ τοίνυν προδῶμεν κέρδος τοσοῦτον. Ἡ γὰρ ἐνταῦθα διατριβὴ πάντων ὑπόθεσίς ἐστι τῶν ἀγαθῶν· ἐντεῦθεν ἀναχωρῶν καὶ ἀνὴρ γυναικὶ φανεῖται τιμιώτερος, καὶ γυνὴ ἀνδρὶ ποθεινοτέρα. Γυναῖκα γὰρ ἐπέραστον οὐκ εὐμορφία ποιεῖ σώματος, ἀλλὰ ψυχῆς ἀρετὴ, οὐκ ἐπιτρίμματα καὶ ὑπογραφαὶ, οὐδὲ χρυσίον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ σωφροσύνη καὶ ἐπιείκεια καὶ φόβος ἐρειδόμενος πρὸς Θεόν. Καὶ τὸ νοητὸν κάλλος οὐκ ἔστιν ἀλλαχοῦ πρὸς ἀκρίβειαν ἀσκηθῆναι, ἀλλ' ἢ ἐν τῷ. θαυμαστῷ καὶ θείῳ τούτῳ χωρίῳ, τῶν ἀποστόλων, τῶν προφητῶν ἀποσμηχόντων, καλλωπιζόντων, ἀποξυόντων τῆς ἁμαρτίας τὸ γῆρας, ἐπαγόντων τῆς νεότητος τὴν ἀκμὴν, πᾶσαν κηλῖδα, πᾶσαν ῥυτίδα, πᾶν σπῖλον ἐκβαλλόντων τῆς ψυχῆς τῆς ἡμετέρας. Τοῦτο τοίνυν καὶ ἄνδρες καὶ γυναῖκες σπουδάσωμεν ἑαυτοῖς ἐγκατοικίσαι τὸ κάλλος. Τὸ μὲν γὰρ τοῦ σώματος καὶ νόσος ἐμάρανε, καὶ πλῆθος χρόνου διέφθειρε, καὶ γῆρας ἔσβεσε, καὶ θάνατος ἐπελθὼν ἀνεῖλεν ἅπαν· τὸ δὲ τῆς ψυχῆς οὐ χρόνος, οὐ νόσος, οὐ γῆρας, οὐ θάνατος, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων λυμήνασθαι δύναται, ἀλλὰ μένει διηνεκῶς ἀνθοῦν. Καὶ τὸ μὲν τοῦ σώματος τοὺς ὁρῶντας εἰς ἀκολασίαν ἐκκαλεῖται πολλάκις, τὸ δὲ τῆς ψυχῆς κάλλος αὐτὸν τὸν Θεὸν πρὸς τὸν ἔρωτα ἐπισπᾶται τὸν οἰκῖον· καθάπερ καὶ ὁ Προφήτης φησὶ, πρὸς τὴν Ἐκκλησίαν διαλεγόμενος· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ἵνα οὖν, ἀγαπητοὶ, γενώμεθα φίλοι τῷ Θεῷ, τοῦτο καθ' ἑκάστην ἡμέραν ἐξασκῶμεν τὸ κάλλος, τῇ τῶν Γραφῶν ἀναγνώσει πᾶσαν κηλῖδα ἀποσμήχοντες, ταῖς εὐχαῖς, ταῖς ἐλεημοσύναις, τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ· ἵνα ὁ βασιλεὺς ἐρασθεὶς ἡμῶν τῆς κατὰ τὴν ψυχὴν εὐμορφίας, τῆς βασιλείας τῶν οὐρανῶν ἡμᾶς καταξιώσῃ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.