Ancient Greek · ~24 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De consubstantiali (+ Contra Anomoeos, homilia 7) 5.1
Not analysed yet
Καὶ ἄλλας δὲ πλείους αἰτίας ἐστὶν εὑρεῖν. Τῆς μὲν οὖν ταπεινότητος τῶν ῥημάτων πολλὰς ἂν ἔχοιμεν εἰπεῖν προφάσεις· σὺ δὲ εἰπὲ τῶν ὑψηλῶν δογμάτων μίαν πρόφασιν ἑτέραν, πλὴν ἧς ἡμεῖς εἰρήκαμεν· αὕτη δὲ ἦν τὸ βούλεσθαι αὐτὸν τὴν οἰκείαν εὐγένειαν ἡμῖν ἐνδείκνυσθαι· ἀλλ' οὐκ ἂν ἔχοις ἑτέραν εἰπεῖν. Ὁ μὲν γὰρ μέγας δύναιτ' ἂν καὶ μικρόν τι περὶ ἑαυτοῦ λέγειν, καὶ οὐκ ἔστιν ἔγκλημα· ἐπιεικείας γὰρ τοῦτό ἐστιν· ὁ δὲ μικρὸς, εἰ μέγα τι περὶ ἑαυτοῦ εἴποι ποτὲ, οὐ διαφεύξεται κατηγορίαν· ἀλαζονεία γάρ ἐστι. Διὰ τοῦτο τὸν μὲν ὑψηλὸν ἅπαντες ἐπαινοῦμεν, ὅταν περὶ ἑαυτοῦ ταπεινὰ λέγῃ· τὸν δὲ ταπεινὸν οὐδεὶς ἐπαινέσεται, εἴ ποτέ τι μέγα περὶ ἑαυτοῦ εἴποι. Ὥστε εἰ πολλῷ καταδεέστερος ἦν τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς ὑμεῖς φατε, οὐκ ἔδει ῥήματα αὐτὸν λέγειν, δι' ὧν ἐδείκνυ τῷ γεγεννηκότι ἴσον ὄντα ἑαυτόν· ἀλαζονεία γὰρ τοῦτο ἦν· τὸ μέντοι ἴσον ὄντα τοῦ γεγεννηκότος λέγειν τινὰ ταπεινὰ καὶ εὐτελῆ, οὐδεμία μέμψις, οὐδὲ αἰτία· ἔπαινος γὰρ τοῦτό ἐστι καὶ θαῦμα μέγιστον. Καὶ ἵνα σαφέστερα γένηται τὰ εἰρημένα, καὶ μάθητε πάντες ὑμεῖς, ὅτι οὐ καταστοχαζόμεθα τῶν θείων Γραφῶν, φέρε δὴ τῶν εἰρημένων αἰτιῶν τούτων τὴν πρώτην μεταχειρισώμεθα νῦν, καὶ δείξωμεν ποῦ διὰ τὴν τῆς σαρκὸς περιβολὴν φανερῶς καταδεέστερα τῆς οὐσίας τῆς ἑαυτοῦ ῥήματα φθέγγεται· καὶ, εἰ δοκεῖ, τὴν εὐχὴν αὐτὴν εἰς μέσον ἀγάγωμεν, ἣν ηὔξατο τῷ Πατρί. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας ἡμῖν· μικρὸν γὰρ ἄνωθεν ὑμῖν τὸ πᾶν διηγήσασθαι βούλομαι. Δεῖπνον ἐγένετό ποτε κατὰ τὴν ἱερὰν νύκτα ἐκείνην, καθ' ἣν παραδίδοσθαι ἔμελλεν· ἱερὰν γὰρ αὐτὴν ἐγὼ καλῶ, ἐπειδὴ τὰ μυρία ἀγαθὰ, ἃ κατὰ τὴν οἰκουμένην ἐγένετο, τὴν ἀρχὴν ἐκεῖθεν ἐλάμβανε. Τότε τοίνυν καὶ ὁ προδότης μετὰ τῶν ἕνδεκα ἀνέκειτο μαθητῶν, καὶ δειπνούντων αὐτῶν, φησὶν ὁ Χριστὸς, Εἷς ἐξ ὑμῶν παραδώσει με. Τούτων μνημονεύετέ μοι τῶν ῥημάτων, ἵνα ὅταν ἐπὶ τὴν εὐχὴν ἔλθωμεν, ἴδωμεν τίνος ἕνεκεν οὕτως εὔχεται. Καὶ σκόπει μοι κηδεμονίαν Δεσπότου· οὐκ εἶπεν, ὅτι ὁ Ἰούδας παραδώσει με, ὥστε μὴ τῇ περιφανεία τῶν ἐλέγχων ἀναισχυντότερον αὐτὸν ἐργάσασθαι· ὡς δὲ ἐκεῖνος ὑπὸ τοῦ συνειδότος κεντούμενός φησι, Μή τι ἐγώ εἰμι, Κύριε; λέγει αὐτῷ, Σὺ εἶπας· καὶ οὐδὲ τότε αὐτοῦ κατηγορῆσαι ἠνέσχετο, ἀλλ' αὐτὸν ἑαυτοῦ κατέστησεν ἔλεγχον· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐγένετο βελτίων, ἀλλὰ λαβὼν τὸ ψωμίον ἐξῆλθεν. Ἐπειδὴ τοίνυν ἐξῆλθε, λαβὼν ὁ Ἰησοῦς τοὺς μαθητάς φησι· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί· τοῦ Πέτρου δὲ ἀντιλέγοντος καὶ λέγοντος, Κἂν πάντες σκανδαλισθήσωνται, ἀλλ' ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι, πάλιν ὁ Ἰησοῦς φησιν, Ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Ὡς δὲ πάλιν ἀντέλεγεν, εἴασεν αὐτὸν λοιπόν. Οὐ πείθῃ, φησὶ, διὰ τῶν ῥημάτων, ἀλλ' ἀντιλέγεις· πεισθήσῃ διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι Δεσπότῃ ἀντιλέγειν οὐ χρή. Καὶ τούτων μοι μέμνησθε τῶν ῥημάτων πάλιν· χρήσιμος γὰρ αὐτῶν ἡμῖν ἡ μνήμη τὴν εὐχὴν ἐξετάζουσιν ἔσται. Εἶπε τὸν προδότην, προεῖπε τὴν πάντων φυγὴν, καὶ τὸν αὐτοῦ θάνατον· Πατάξω, φησὶ, τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα· προεῖπε τὸν μέλλοντα αὐτὸν ἀρνήσασθαι, καὶ πότε καὶ ποσάκις, καὶ μετὰ ἀκριβείας ἅπαντα. Καὶ μετὰ ταῦτα πάντα ἱκανὴν αὐτοῦ τῆς προγνώσεως τῶν μελλόντων ἀπόδειξιν δοὺς, ἐλθὼν ἐπί τι χωρίον εὔχεται· καὶ ἐκεῖνοι μὲν λέγουσιν, ὅτι τῆς θεότητός ἐστιν ἡ εὐχὴ, ἡμεῖς δὲ λέγομεν, ὅτι τῆς οἰκονομίας. Δικάσατε τοίνυν, καὶ πρὸς αὐτῆς τῆς τοῦ Μονογενοῦς δόξης μηδενὶ κεχαρισμένην τὴν ψῆφον ἐνέγκητε. Εἰ γὰρ καὶ ἐν φίλοις δικάζομαι νῦν, ἀλλ' ἀντιβολῶ καὶ δέομαι, ἀδέκαστον γενέσθαι τὴν κρίσιν, καὶ μήτε πρὸς ἐμὴν χάριν, μήτε πρὸς ἐκείνων ἀπέχθειαν. Μάλιστα μὲν γὰρ καὶ αὐτόθεν δῆλον, ὅτι οὐκ ἔστι τῆς θεότητος ἡ εὐχή· Θεὸς γὰρ οὐκ εὔχεται, Θεοῦ γὰρ τὸ προσκυνεῖσθαί ἐστι· Θεοῦ τὸ εὐχὴν δέχεσθαι, οὐ τὸ εὐχὴν ἀναφέρειν· ἀλλ' ὅμως ἐπειδὴ ἀναισχυντοῦσιν, ἀπ' αὐτῶν τῶν ῥημάτων τῆς εὐχῆς ὑμῖν ποιῆσαι πειράσομαι φανερὸν, ὅτι τὸ ὅλον τῆς οἰκονομίας ἐστὶ, καὶ τῆς κατὰ τὴν σάρκα ἀσθενείας. Ὅταν γὰρ φθέγγηταί τι ταπεινὸν ὁ Χριστὸς, οὕτω φθέγγεται ταπεινὸν καὶ εὐτελὲς, ὡς τὴν ὑπερβολὴν τῆς ταπεινότητος τῶν λεγομένων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δυνηθῆναι πεῖσαι, ὅτι πολὺ τῆς ἀποῤῥήτου καὶ ἀφράστου οὐσίας ἐκείνης ἀποδεῖ τὰ ῥήματα. Ἴωμεν τοίνυν ἐπ' αὐτὰ τὰ ῥήματα τῆς εὐχῆς· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Ἐρωτήσωμεν τοίνυν αὐτοὺς ἐνταῦθα· ἀγνοεῖ, εἴτε δυνατὸν, εἴτε οὐ δυνατὸν, ὁ πρὸ μικροῦ λέγων ἐν τῷ δείπνῳ, Εἷς ἐξ ὑμῶν παραδώσει με; ὁ πρὸ μικροῦ λέγων, Γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα· καὶ, ὅτι Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί· ὁ τῷ Πέτρῳ εἰπὼν, ὅτι Ἀρνήσῃ με, καὶ, Ἀρνήσῃ με τρίς· οὗτος ἀγνοεῖ νῦν, εἰπέ μοι; Καὶ τίς ἂν τοῦτο εἴποι καὶ τῶν ὁπωσοῦν καθεστηκότων; Καὶ γὰρ ὅταν μὲν ᾖ τὸ ἀγνοούμενον μηδενὶ δῆλον μήτε προφητῶν, μήτε ἀγγέλων, μήτε ἀρχαγγέλων, ἴσως παρέξει τινὰ τοῖς φιλονεικοῦσι λαβήν· ὅταν μέντοι τὸ ἀγνοούμενον οὕτως ᾖ φανερὸν καὶ γνώριμον ἅπασιν, ὡς καὶ ἀνθρώπους αὐτὸ εἰδέναι μετὰ ἀκριβείας, ποία ἀπολογία καὶ ποία συγγνώμη τοῖς λέγουσιν, ὅτι αὐτὸς ἀγνοῶν ταῦτα ἔλεγε; Τοῦτον τοίνυν τὸν περὶ οὗ λέγω λόγον καὶ δοῦλοι αὐτοῦ φαίνονται μετὰ ἀκριβείας εἰδότες, καὶ ὅτι ἀποθανεῖν, καὶ ὅτι διὰ σταυροῦ τοῦτο παθεῖν αὐτὸν ἔδει, καὶ πρὸ τοσούτων ἐτῶν ἀμφότερα ταῦτα δηλῶν ὁ Δαυῒδ ἔλεγεν ἐκ προσώπου τοῦ Χριστοῦ· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· καὶ τὸ μέλλον ὡς γεγενημένον ἀπήγγειλε, δεικνὺς ὅτι, καθάπερ τὰ συμβάντα ἀμήχανον μὴ γενέσθαι, οὕτω καὶ τοῦτο ἀμήχανον μὴ γεγενῆσθαι. Πάλιν ὁ Ἡσαΐας αὐτὸ τοῦτο προαναφωνῶν ἔλεγεν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Τοῦτον πάλιν ὁ Ἰωάννης τὸν ἀμνὸν ἰδὼν ἔλεγεν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐκεῖνος ὁ προῤῥηθεὶς, φησί. Καὶ ὅρα, οὐχ ἁπλῶς εἴρηται ὁ ἀμνὸς, ἀλλὰ πρόσκειται τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ καὶ ἕτερος ἦν ἀμνὸς ὁ Ἰουδαϊκὸς, δηλῶν ὅτι οὗτος τοῦ Θεοῦ ἐστι, διὰ τοῦτο οὕτως εἶπεν. Ἐκεῖνος ὑπὲρ τοῦ ἔθνους προσεφέρετο μόνον, οὗτος ὑπὲρ τῆς οἰκουμένης προσηνέχθη πάσης· κἀκείνου μὲν τὸ αἷμα πληγὴν σωματικὴν ἐκώλυσεν ἐξ Ἰουδαίων μόνον, τούτου δὲ τὸ αἷμα τῆς οἰκουμένης ἁπάσης κοινὸς γέγονε καθαρμός. Καὶ τοῦτο δὲ τὸ αἷμα τὸ τοῦ Ἰουδαϊκοῦ ἀμνοῦ ἴσχυσεν ὅπερ ἴσχυσεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλ' ἐπειδὴ τούτου τύπος ἦν, τὴν δύναμιν ἔσχεν ἐκείνην.