Ancient Greek · ~24 min
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De consubstantiali (+ Contra Anomoeos, homilia 7) 6.1
Not analysed yet
Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι καὶ αὐτὸς Υἱὸς λέγεται, καὶ ἡμεῖς υἱοὶ, καὶ ἀπὸ τῆς κατὰ τὴν προσηγορίαν κοινωνίας εἰς εὐτέλειαν αὐτὸν ἄγειν ἡμετέραν ἐπιχειροῦντες; Ἰδοὺ γὰρ καὶ ἀμνὸς, καὶ ἀμνὸς, καὶ ἓν μὲν τὸ ὄνομα, τὸ δὲ μέσον τῆς φύσεως ἑκατέρας ἄπειρον. Ὥσπερ οὖν ἀκούων ἐνταῦθα προσηγορίας κοινωνίαν, οὐδὲν ἴσον φαντάζῃ, οὕτω δὴ καὶ ἐνταῦθα ἀκούων υἱὸν καὶ υἱὸν, μὴ πρὸς τὴν σὴν εὐτέλειαν κάταγε τὸν Μονογενῆ. Ἀλλὰ τί χρὴ λέγειν περὶ τῶν δήλων; Εἰ γὰρ τῆς Θεότητός ἐστιν ἡ εὐχὴ, εὑρεθήσεται καὶ αὐτὸς ἑαυτῷ περιπίπτων καὶ ἐναντιολογῶν καὶ μαχόμενος. Οὗτος γὰρ ὁ ἐνταῦθα εἰπὼν, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ ὀκνῶν καὶ ἀναδυόμενος πρὸς τὸ πάθος, ἀλλαχοῦ εἰπὼν, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ μαστιγωθῆναι, ἐπειδὴ Πέτρου ἤκουσε λέγοντος, Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο, οὕτω σφόδρα ἐπετίμησεν, ὡς εἰπεῖν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Καίτοι γε πρὸ βραχέος ἦν αὐτὸν ἐπαινέσας καὶ μακαρίσας, ἀλλ' ὅμως Σατανᾶν αὐτὸν ἐκάλεσεν, οὐχὶ τὸν Ἀπόστολον ὑβρίσαι βουλόμενος, ἀλλὰ διὰ τῆς ὕβρεως δεῖξαι θέλων, ὡς οὐ κατὰ γνώμην αὐτῷ τὸ εἰρημένον ἦν, ἀλλ' οὕτως ἀλλότριον, ὡς τὸν ταῦτα εἰρηκότα, καίτοι Πέτρον ὄντα, μὴ ὀκνῆσαι Σατανᾶν ὀνομάσαι. Πάλιν ἀλλαχοῦ φησιν· Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ Πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν. Τίνος οὖν ἕνεκεν τὸ Πάσχα τοῦτό φησι; καίτοι καὶ ἄλλοτε τὴν ἑορτὴν ταύτην ἐπετέλεσε μετ' αὐτῶν· τίνος οὖν ἕνεκεν; Ἐπειδὴ μετ' αὐτὸ ὁ σταυρὸς ἦν. Καὶ πάλιν, Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Καὶ πολλαχοῦ καὶ προλέγοντα τὸ πάθος, καὶ ἐπιθυμοῦντα γενέσθαι αὐτὸ εὑρίσκομεν, καὶ διὰ τοῦτο παραγενόμενον. Πῶς οὖν ἐνταῦθά φησιν, Εἰ δυνατόν; Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ Θεοῦ πρὸς τὸν παρόντα βίον. Εἰ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἰπόντος αὐτοῦ, ἐτόλμησαν εἰπεῖν τινες, ὅτι σάρκα οὐκ ἀνέλαβεν, εἰ μηδὲν τούτων εἴρητο, τί οὐκ ἂν εἶπον; Διὰ τοῦτο προλέγει μὲν ὡς Θεὸς ἐκεῖ, καὶ ἐπιθυμεῖ γενέσθαι τὸ πάθος· φεύγει δὲ καὶ παραιτεῖται ἐνταῦθα, ὡς ἄνθρωπος. Ὅτι γὰρ ἑκὼν ἐπὶ τὸ πάθος ἤρχετο, φησὶν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ, ἐγὼ ἀπ' ἐμαυτοῦ τίθημι αὐτήν. Πῶς οὖν λέγει, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; Καὶ τί θαυμάζεις, εἰ πρὸ τοῦ σταυροῦ τοσαύτην ἐποίησε σπουδὴν, πιστώσασθαι τῆς σαρκὸς τὴν ἀλήθειαν, ὅπου γε καὶ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα οὐ παρῃτήσατο αὐτῷ καὶ τραύματα καὶ τύπους ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφῇ τὰς ὠτειλὰς ὑποβαλεῖν, καὶ εἰπεῖν, Ἐρεύνησον καὶ ἴδε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει; Διὰ τοῦτο οὐδὲ ἐξ ἀρχῆς τελείας ἡλικίας τὸν ἄνθρωπον ἀνέλαβεν, ἀλλ' ἠνέσχετο καὶ συλληφθῆναι, καὶ τεχθῆναι, καὶ γαλακτοτροφηθῆναι, καὶ χρόνον τοσοῦτον ἐπὶ τῆς γῆς διατρίψαι, ἵνα καὶ τῷ μήκει τοῦ χρόνου, καὶ τοῖς ἄλλοις ἅπασιν αὐτὸ τοῦτο πιστώσηται. Ἐπειδὴ γὰρ ἄγγελοι πολλάκις ἐπὶ τῆς γῆς ἐφάνησαν ἐν ἀνθρώπου τύπῳ, καὶ αὐτὸς δὲ ὁ Θεὸς, τὸ δὲ φαινόμενον οὐκ ἦν σαρκὸς ἀλήθεια, ἀλλὰ συγκατάβασις· ἵνα μὴ νομίσῃς καὶ ταύτην τὴν παρουσίαν τοιαύτην εἶναι, οἷαι ἐκεῖναι ἐγένοντο, ἀλλὰ πιστωθῇς ἀληθῶς, ὅτι σὰρξ ἦν ἀληθινὴ, καὶ συνελήφθη, καὶ ἐτέχθη, καὶ ἐτράφη, καὶ ἐπὶ φάτνης ἐτέθη, οὐκ ἐν οἰκίσκῳ τινὶ, ἀλλ' ἐν καταλύματι, πλήθους ἀπείρου παρόντος, ἵνα δημοσιεύηται αὐτοῦ ἡ γέννησις. Διὰ τοῦτο καὶ σπάργανα, καὶ προφητεῖαι ἄνωθεν αὐτὸ τοῦτο λέγουσαι, οὐχ ὅτι ἄνθρωπος ἔσται μόνον, ἀλλ' ὅτι καὶ συλληφθήσεται, καὶ τεχθήσεται, καὶ τῷ τῶν παιδίων νόμῳ τραφήσεται. Καὶ τοῦτο ὁ Ἡσαΐας βοᾷ λέγων· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται· καὶ πάλιν, Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Ὁρᾷς πῶς καὶ τὴν προτέραν αὐτοῦ ἡλικίαν προανεφώνησαν; Ἐρώτησον τοίνυν τὸν αἱρετικόν· Θεὸς δειλιᾷ, καὶ ἀναδύεται, καὶ ὀκνεῖ, καὶ λυπεῖται; κἂν εἴπῃ, ὅτι ναὶ, ἀπόστηθι λοιπὸν, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ καὶ ἐκείνου κατώτερον· οὐδὲ γὰρ ἐκεῖνος τολμήσει τοῦτο εἰπεῖν· ἂν δὲ εἴπῃ, ὅτι οὐδὲν τούτων ἄξιον Θεοῦ, εἰπὲ, οὐκοῦν οὐδὲ εὔχεται Θεός· χωρὶς γὰρ τούτων καὶ ἕτερον ἄτοπον ἔσται, ἂν τοῦ Θεοῦ τὰ ῥήματα ᾖ. Οὔτε γὰρ ἀγωνίαν μόνον ἐμφαίνει τὰ ῥήματα, ἀλλὰ καὶ δύο θελήματα, ἓν μὲν Υἱοῦ, ἓν δὲ Πατρὸς, ἐναντία ἀλλήλοις· τὸ γὰρ εἰπεῖν, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, τοῦτό ἐστιν ἐμφαίνοντος. Τοῦτο δὲ οὐδὲ ἐκεῖνοί ποτε συνεχώρησαν, ἀλλ' ἡμῶν ἀεὶ λεγόντων τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἐπὶ τῆς δυνάμεως, ἐκεῖνοι ἐπὶ τῆς θελήσεως τοῦτο εἰρῆσθαί φασι, λέγοντες Πατρὸς καὶ Υἱοῦ μίαν εἶναι βούλησιν. Εἰ τοίνυν Πατρὸς καὶ Υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; Ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος τὸ εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται· ἂν δὲ ἐπὶ τῆς σαρκὸς, ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ' ἂν ἔγκλημα. Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, ἐστὶ κατάγνωσις· φύσεως γάρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται, καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Ὅταν οὖν λέγῃ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ' ἢ ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον· τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾷν ἐκείνης ἐστι. Νῦν μὲν οὖν ἐρήμην αὐτὴν ἀφίησι, καὶ γυμνὴν τῆς οἰκείας ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν, πιστώσηται αὐτῆς καὶ τὴν φύσιν· νῦν δὲ αὐτὴν ἀποκρύπτει, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν. Ὥσπερ γὰρ, εἰ διὰ παντὸς τὰ ἀνθρώπινα ἐνεδείκνυτο, τοῦτο ἂν ἐνομίσθη· οὕτως, εἰ διὰ παντὸς τὰ τῆς θεότητος ἐπετέλει, ἠπιστήθη ἂν ὁ τῆς οἰκονομίας λόγος. Διὰ τοῦτο ποικίλλει, καὶ ἀναμίγνυσι καὶ τὰ ῥήματα καὶ τὰ πράγματα, ἵνα μήτε τῇ Παύλου τοῦ Σαμοσατέως, μήτε τῇ Μαρκίωνος καὶ Μανιχαίου νόσῳ καὶ μανίᾳ παράσχῃ πρόφασιν· διὰ τοῦτο καὶ προλέγει τὸ ἐσόμενον ὡς Θεὸς, καὶ ἀναδύεται πάλιν ὡς ἄνθρωπος.