Ancient Greek
Pg 581
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De continentia [Sp.] 581
Not analysed yet
ταῖς τῶν ἰατρῶν καταπαύεται τέχναις, ψυχὴν δὲ νοσοῦσαν ἰᾶται ταχέως τὰ λόγια τοῦ Χριστοῦ. Διόπερ καὶ τοὺς ἡμαρτηκότας ἤδη καὶ δουλεύοντας ἡδοναῖς ἀξιοῦμεν καὶ ἱκετεύομεν διαναστῆναι καὶ νῆψαι καὶ μὴ πάντα ἡττᾶσθαι τοῦ πάθους μηδὲ ὥσπερ κατὰ ῥοῦν φέρεσθαι μηδὲ δουλώσαντας ταῖς ἡδοναῖς τὸν λογισμὸν πικρὰν ἐν τῇ ψυχῇ τὴν τυραννίδα περιφέρειν, ἀλλ' ἀντιστῆναι καὶ παρατάξασθαι καὶ τῷ φόβῳ τοῦ Χριστοῦ τὸν νοῦν ἐπιρρώσαντας ἐκβαλεῖν ἐκ τῆς ἀκροπόλεως χαλεπὴν δέσποιναν, ἵνα πᾶσαν κηλῖδα ῥίψαντες καὶ τῶν ἡμαρτημένων τὸ πλῆθος ἀπορριψάμενοι μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου τῆς ψυχῆς δυνηθῶμεν προςϊέναι τοῖς θείοις καὶ φοβεροῖς μυστηρίοις τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.