Ancient Greek
ΟΜΙΛΙΑ Γʹ Ὅτι ἐπισφαλὲς τὸ εἰς θέατρα ἀναβαίνειν, καὶ ὅτι μοιχοὺς ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας αἴτιον καὶ πολέμου τοῦτο· καὶ ὅτι πᾶν ἀνεξικακίας εἶδος ὑπερεβάλετο ὁ Δαυῒδ ἐν τοῖς κατὰ τὸν Σαούλ· καὶ ὅτι τὸ φέρειν ἁρπαγὴν πράως τοῦ δοῦναι ἐλεημοσύνην ἴσον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Davide et Saule (homiliae 1-3) 3.1-3
Not analysed yet
Μὴ γάρ μοι λεγέτω τις, ὅτι Μιαρὸν ἐχθρὸν ἔχω, πονηρὸν, διεφθαρμένον, ἀδιόρθωτον. Οἷον ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων, ὃς καὶ ἅπαξ καὶ δὶς, καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ Δαυῒδ, αὐτὸς μυρία ἐπιβουλεύσας, εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν. Τί γὰρ ἔχεις εἰπεῖν, Ὅτι γῆν ἀπετέμετο, καὶ ἐν ἀγροῖς ἠδίκησε, καὶ οἰκίας ὅρια ὑπερέβη, καὶ ἀνδράποδα ἥρπασε, καὶ ὕβρισε, καὶ ἐπλεονέκτησε, καὶ εἰς πενίαν ἤγαγεν; Ἀλλ' οὔπω τὴν ψυχὴν ἀφείλετο, ὅπερ οὗτος ἐσπούδαζεν· εἰ δὲ καὶ τὴν ψυχὴν ἐσπούδασεν ἀφελέσθαι, ἀλλ' ἅπαξ τοῦτ' ἐτόλμησεν ἴσως, οὐχὶ δὶς καὶ τρὶς, καὶ πολλάκις καθάπερ οὗτος· εἰ δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἀλλ' οὐ τοσαῦτα εὐεργετηθεὶς, ἀλλ' οὐκ ἐλθὼν εἰς τὰς χεῖρας καὶ ἅπαξ καὶ δεύτερον, καὶ διασωθείς· εἰ δὲ καὶ τοῦτο, καὶ οὕτω πλεονεκτεῖ πάλιν ὁ Δαυΐδ. Οὐ γάρ ἐστιν ἴσον ἐπὶ τῆς Παλαιᾶς ὄντα τοιαῦτα φιλοσοφεῖν, καὶ νῦν μετὰ τὴν χάριν τοιαύτας χαρίζεσθαι δωρεάς. Οὐκ ἦν ὁ Δαυῒδ ἀκούσας τὴν παραβολὴν τῶν μυρίων ταλάντων καὶ τῶν ἑκατὸν δηναρίων· οὐκ ἦν ὁ Δαυῒδ ἀκούσας τῆς εὐχῆς τῆς λεγούσης, Ἄφετε τοῖς ἀνθρώποις τὰ ὀφλήματα αὐτῶν, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· οὐκ ἦν ἰδὼν τὸν Χριστὸν σταυρωθέντα, οὐχ αἷμα τὸ τίμιον ἐκχυθὲν, οὐδὲ τοὺς μυρίους περὶ φιλοσοφίας ἀκούσας λόγους· οὐκ ἀπέλαυσε θυσίας τοσαύτης, οὐδ' αἵματος μετέσχε Δεσποτικοῦ, ἀλλ' ἀτελεστέροις ἐντρεφόμενος νόμοις καὶ οὐδὲν ἀπαιτοῦσι τοιοῦτον, πρὸς αὐτὴν τὴν κορυφὴν τῆς ἐν τῇ χάριτι ἔφθασε φιλοσοφίας. Καὶ σὺ μὲν πολλάκις ὑπὲρ τῶν παρελθόντων ὀργιζόμενος μνησικακεῖς· οὗτος δὲ καὶ ὑπὲρ τῶν μελλόντων δεδοικὼς, καὶ εἰδὼς ἀκριβῶς, ὅτι ἀοίκητος αὐτῷ ἔσται ἡ πόλις, καὶ ἀβίωτος ὁ βίος σώσαντι τὸν ἐχθρὸν, οὐκ ἀφίστατο τῆς ἐκείνου κηδεμονίας, ἀλλὰ πάντ' ἔπραττε, καθ' ἑαυτοῦ τὸν πολέμιον τρέφων. Τίς ἂν σχοίη ταύτης μείζονα ἀνεξικακίαν εἰπεῖν; Ἵνα δὲ καὶ ἐκ τῶν νῦν γινομένων μάθῃς, ὅτι δυνατὸν, ἂν ἐθέλωμεν, πάντα ἄνθρωπον πρὸς ἡμᾶς ἀπεχθῶς ἔχοντα καταλλάξαι, τί λέοντος ἀγριώτερον; Ἀλλ' ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνεται προβάτου παντὸς ἐπιεικέστερος ὁ πάντων θηρίων ἀγριώτερος καὶ βασιλικώτερος, καὶ διὰ τῆς ἀγορᾶς βαδίζει μηδένα δεδιττόμενος. Τίν' οὖν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, θηρία μὲν ἡμεροῦντες, ἀνθρώπους δὲ λέγοντες μὴ δύνασθαι καταπραΰνειν ποτὲ, μηδὲ ποιεῖν πρὸς ἡμᾶς ἔχειν ἡδέως; Καίτοι γε τῷ θηρίῳ μὲν παρὰ φύσιν τὸ ἥμερον· τῷ ἀνθρώπῳ δὲ παρὰ φύσιν τὸ ἄγριον. Ὅταν οὖν τῆς φύσεως περιγινώμεθα, τίν' ἕξομεν ἀπολογίαν, προαίρεσιν λέγοντες μὴ δύνασθαι διορθοῦν; Εἰ δ' ἔτι φιλονεικεῖς, ἐκεῖν' ἂν εἴποιμι, ὅτι κἂν ἀνίατα νοσῇ, ὅσος σοι μείζων ὁ πόνος, τοσοῦτός σοι καὶ ὁ μισθὸς παραμένοντι, καὶ θεραπεύοντι τὸν νοσοῦντα ἀνίατα. Ἓν τοίνυν σκοπῶμεν μόνον, οὐχ ὅπως μηδὲν πάθωμεν παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ' ὅπως μηδὲν αὐτοὺς ἡμεῖς ἐργασώμεθα κακόν· καὶ οὐδὲν πεισόμεθα δεινὸν, κἂν μυρία πάσχωμεν δεινά· ὡσπεροῦν οὐδ' ὁ Δαυῒδ ἐλαυνόμενος, φυγαδευόμενος, μέχρι τῆς ψυχῆς αὐτῆς ἐπιβουλευόμενος, ἔπαθέ τι δεινόν. ἀλλ' ἐκείνου λαμπρότερος ἦν καὶ σεμνότερος καὶ ποθεινότερος ἅπασιν, οὐκ ἀνθρώποις δὲ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ Θεῷ. Τί γὰρ ἠδικήθη ὁ ἅγιος ἐκεῖνος τότε τοσαῦτα παθὼν παρὰ τοῦ Σαούλ; Οὐχὶ μέχρι τῆς σήμερον ἡμέρας ᾄδεται, καὶ λαμπρὸς μὲν ἐν γῇ, λαμπρότερος δὲ ἐν οὐρανῷ; οὐχὶ τὰ ἀπόῤῥητα αὐτὸν ἀγαθὰ μένει, καὶ ἡ τῶν οὐρανῶν βασιλεία; Τί δ' ὠφέλησεν ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος τοσαῦτα ἐπιβουλεύσας; Οὐχὶ καὶ τῆς βασιλείας ἐξέπεσε, καὶ ἐλεεινὸν ὑπέστη τὸν θάνατον μετὰ τοῦ παιδὸς, καὶ παρὰ πάντων κατηγορεῖται, καὶ τὸ δὴ χαλεπώτερον, τὰς ἀθανάτους νῦν ἐκδέχεται τιμωρίας; Ὅλως δὲ τί ποτέ ἐστιν, ὅπερ ἐγκαλῶν τῷ ἐχθρῷ οὐ βούλει καταλλαγῆναι; Χρήματά σε ἀφείλετο; Ἀλλ' ἂν ἐνέγκῃς γενναίως τὴν ἁρπαγὴν, τοσοῦτον λήψῃ μισθὸν, ὅσον ἂν εἰ ταῖς τῶν πενήτων αὐτὰ χερσὶν ἐναπέθηκας. Καὶ γὰρ ὁ πένησι δεδωκὼς, καὶ ὁ τῷ πλεονεκτήσαντι μήτε ἐπιβουλεύων, μήτε καταρώμενος, διὰ τὸν Θεὸν ταῦτα ἀμφότεροι ποιοῦσιν. Ὅταν οὖν ἡ ὑπόθεσις τῆς δαπάνης ᾖ μία, εὔδηλον ὅτι καὶ στέφανος εἷς. Ἀλλ' εἰς ψυχὴν ἐπεβούλευσε, καὶ ἀνελεῖν ἐπεχείρησε; Μαρτύριόν σοι τὸ πρᾶγμα λογίζεται, ἂν τὸν ἐπίβουλον, καὶ μέχρι τοσούτου τὴν ἔχθραν ἐξαγαγόντα, ἐν τοῖς εὐεργέταις ἀριθμῇς, καὶ διατελῇς εὐχόμενος ὑπὲρ αὐτοῦ, καὶ τὸν Θεὸν ἵλεω γενέσθαι παρακαλῶν.