Ancient Greek
ΟΜΙΛΙΑ Γʹ Ὅτι ἐπισφαλὲς τὸ εἰς θέατρα ἀναβαίνειν, καὶ ὅτι μοιχοὺς ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας αἴτιον καὶ πολέμου τοῦτο· καὶ ὅτι πᾶν ἀνεξικακίας εἶδος ὑπερεβάλετο ὁ Δαυῒδ ἐν τοῖς κατὰ τὸν Σαούλ· καὶ ὅτι τὸ φέρειν ἁρπαγὴν πράως τοῦ δοῦναι ἐλεημοσύνην ἴσον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Davide et Saule (homiliae 1-3) 4.1-3
Not analysed yet
Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι διεκώλυσεν ὁ Θεὸς σφαγῆναι τὸν Δαυῒδ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι τριπλοῦν καὶ τετραπλοῦν στέφανον μαρτυρίου ἀνεδήσατο ἀπὸ τῆς τοῦ Σαοὺλ ἐπιβουλῆς. Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν πολέμιον σώζων, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γενόμενος κύριος ἀνελεῖν, εἶτα φεισάμενος, καὶ ταῦτ' εἰδὼς, ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται, εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει· μυριάκις δὲ σφαγεὶς διὰ τὸν Θεὸν, πολλοὺς ἔχει μαρτυρίου στεφάνους, καὶ ὅπερ ὁ Παῦλος ἔλεγεν, ὅτι Καθ' ἑκάστην ἡμέραν ἀποθνήσκω διὰ τὸν Θεὸν, τοῦτο καὶ αὐτὸς ἔπασχε διὰ τὸν Θεόν. Δυνάμενος γὰρ ἀνελεῖν τὸν ἐπιβουλεύοντα, διὰ τὸν Θεὸν οὐκ ἠθέλησεν· ἀλλ' εἵλετο κινδυνεύειν καθ' ἑκάστην ἡμέραν μᾶλλον, ἢ δικαίαν ἐργασάμενος σφαγὴν ἀπὸ τοσούτων ἀπαλλαγῆναι θανάτων. Εἰ δὲ τὸν μέχρι τῆς ζωῆς αὐτῆς ἐπιβουλεύοντα ἀμύνασθαι καὶ μισεῖν οὐ χρὴ, πολλῷ μᾶλλον εἰς ὁτιοῦν ἄλλο ἀδικοῦντα. Πολλοῖς δοκεῖ τὸ κακῶς ἀκούειν, καὶ εἰς ὑπόληψιν παραβλάπτεσθαι παρὰ τῶν ἐχθρῶν, πάντων θανάτων ἀφορητότερον εἶναι. Φέρε οὖν καὶ αὐτὸ τοῦτο ἐξετάσωμεν· Εἶπέ σέ τις κακῶς, καὶ μοιχὸν καὶ πόρνον ἐκάλεσε; Ταῦτα εἰ μὲν ἀληθῆ λέγῃ, διόρθωσαι· εἰ δὲ ψευδῆ, καταγέλασον· εἰ σύνοιδας σαυτῷ τὰ εἰρημένα, σωφρόνησον· εἰ δὲ μὴ σύνοιδας, καταφρόνησον· μᾶλλον δὲ μὴ καταγελάσῃς, μηδὲ καταφρονήσῃς μόνον, ἀλλὰ καὶ χαῖρε, καὶ σκίρτα κατὰ τὸν τοῦ Κυρίου λόγον, τὸν κελεύοντα οὕτω ποιεῖν. Ὅταν γὰρ ὀνειδίσωσι, φησὶν, ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν, Χαίρετε καὶ σκιρτᾶτε, ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ψευδόμενοι. Ὅτι δὲ κἂν ἀληθεύων εἴπῃ, σὺ δὲ μετ' ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς, μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρὸν, καὶ καταγνῷς τῶν πεπλημμελημένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν· καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν ὑμῖν παραστῆσαι πειράσομαι, ἵνα μάθητε ὅτι ὅσα οὐκ ὠφελοῦσι φίλοι ἐπαινοῦντες καὶ χαριζόμενοι, τοσαῦτα ὠφελοῦσιν ἐχθροὶ κακῶς λέγοντες, κἂν ἀληθεύωσι, μόνον ἂν εἰς δέον ἡμεῖς ταῖς κατηγορίαις χρήσασθαι βουληθῶμεν. Οἱ μὲν γὰρ φίλοι πολλάκις καὶ πρὸς χάριν κολακεύουσιν· οἱ δ' ἐχθροὶ τὰ ἁμαρτήματα εἰς μέσον ἄγουσιν. Ἐπειδὴ γὰρ ὑπὸ φιλαυτίας ἡμεῖς τὰ ἡμέτερα πλημμελήματα οὐχ ὁρῶμεν, ὑπὸ τῆς ἔχθρας ἐκεῖνοι πολλάκις ἡμῶν ἀκριβέστερον θεασάμενοι, καὶ ὀνειδίσαντες εἰς ἀνάγκην ἡμᾶς ἐνέβαλον διορθώσεως, καὶ γέγονεν ἡμῖν ἡ ἔχθρα μεγίστης ὠφελείας ὑπόθεσις, οὐ μόνον ὅτι μιμνησκόμενοι παρ' ἐκείνων νοοῦμεν ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ' ὅτι αὐτὰ καὶ ἀποτιθέμεθα. Ἂν γὰρ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα, ὃ σὺ σαυτῷ σύνοιδας, σὺ δ' ἀκούσας ἐκεῖνον μὲν μὴ ὑβρίσῃς, στενάξῃς δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν. Ἆρα τί τούτου γένοιτ' ἂν μακαριώτερον; τί δ' εὐκολώτερον πρὸς ἁμαρτημάτων ἀπαλλαγήν; Ἀλλ' ἵνα μὴ νομίσῃς ἡμᾶς ἁπλῶς σε ψυχαγωγεῖν, ἀπὸ τῶν θείων Γραφῶν τὴν ὑπὲρ τούτων παρέξομαι μαρτυρίαν, ἵνα μηδὲν ἀμφιβάλῃς λοιπόν. Φαρισαῖός τις ἦν, καὶ τελώνης· ὁ μὲν εἰς ἐσχάτην κακίαν ἐληλακὼς, ὁ δὲ δικαιοσύνης ἐπιμελόμενος ἄκρας· καὶ γὰρ τὰ ὄντα προήκατο, καὶ νηστεύων διετέλει, καὶ πλεονεξίας ἦν καθαρός· ἐκεῖνος δ' ἐν ἁρπαγαῖς καὶ βίαις τὸν ἅπαντα χρόνον ἀνήλωσεν. Ἀνῆλθον ἀμφότεροι προσεύξασθαι εἰς τὸ ἱερόν. Εἶτα ἐκεῖνος στὰς ἔλεγεν· Εὐχαριστῶ σοι, Κύριε, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδ' ὡς οὗτος ὁ τελώνης. Ὁ δὲ τελώνης πόῤῥωθεν ἑστὼς, οὐκ ἀνθύβρισεν, οὐκ ἀντελοιδόρησεν, οὐκ εἶπε ταῦτα τὰ τῶν πολλῶν ῥήματα· Σὺ δὲ τολμᾷς τοῦ ἐμοῦ μεμνῆσθαι βίου, ἐπιλαβέσθαι δὲ τῶν ἐμοὶ πεπραγμένων; Οὐ γάρ εἰμί σου βελτίων; Εἴπω τά σοι πεπλημμελημένα, καὶ ποιήσω μηδέποτέ σε τῶν ἱερῶν τούτων ἐπιβῆναι προθύρων. Οὐδὲν τούτων εἶπε τῶν ψυχρῶν ῥημάτων, ἃ καθ' ἑκάστην ἡμέραν ἀλλήλους πλύνοντες λέγομεν· ἀλλὰ πικρῶς στενάξας καὶ πατάξας τὸ στῆθος, τοσοῦτον εἶπε μόνον, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ κατῆλθε δεδικαιωμένος. Εἶδες τάχος; Κατεδέξατο ὄνειδος, καὶ ἀπενίψατο ὄνειδος· ἐπέγνω τὰ ἁμαρτήματα, καὶ ἀπέθετο τὰ ἁμαρτήματα· καὶ ἡ κατηγορία τῆς ἁμαρτίας γέγονεν ἀναίρεσις τῆς ἁμαρτίας, καὶ ὁ ἐχθρὸς ἄκων εὐεργέτης καθίστατο. Πόσα γὰρ ἔδει καμεῖν τὸν τελώνην νηστεύοντα, χαμευνοῦντα, ἀγρυπνοῦντα, τὰ ὄντα τοῖς δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα ἀποθέσθαι ἐκεῖνα; Καὶ νῦν οὐδὲν τούτων ποιήσας, διὰ ψιλοῦ ῥήματος πᾶσαν ἀπέθετο τὴν κακίαν· καὶ τὰ ὀνείδη καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν, χωρὶς ἱδρώτων, καὶ πόνων, καὶ χρόνου μακροῦ. Ὁρᾷς ὅτι κἂν ἀληθῆ τις λέγῃ περὶ ἡμῶν, κἂν τοιαῦτα ἅπερ ἡμεῖς ἑαυτοῖς σύνισμεν, ἡμεῖς δὲ τὸν λέγοντα μὴ ὑβρίσωμεν, ἀλλὰ στενάξωμεν πικρὸν, καὶ τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτημάτων παρακαλέσωμεν, πάντα δυνησόμεθα ἀποθέσθαι τὰ πλημμελήματα; Οὕτω γοῦν καὶ οὗτος ἐδικαιώθη· ἐπειδὴ γὰρ οὐκ ἀνθύβρισεν ἐκεῖνον, ἀλλ' ἐστέναξεν ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, κατῆλθε δεδικαιωμένος μᾶλλον οὗτος, ἢ ἐκεῖνος.