Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ Γʹ Ὅτι ἐπισφαλὲς τὸ εἰς θέατρα ἀναβαίνειν, καὶ ὅτι μοιχοὺς ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας αἴτιον καὶ πολέμου τοῦτο· καὶ ὅτι πᾶν ἀνεξικακίας εἶδος ὑπερεβάλετο ὁ Δαυῒδ ἐν τοῖς κατὰ τὸν Σαούλ· καὶ ὅτι τὸ φέρειν ἁρπαγὴν πράως τοῦ δοῦναι ἐλεημοσύνην ἴσον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Davide et Saule (homiliae 1-3) 5.1-3
Not analysed yet
Ὁρᾷς ὅσον ἔχει κέρδος ἡ τῶν ἐχθρῶν ὕβρις, ἐὰν φιλοσόφως αὐτὴν φέρωμεν; Ὅταν γοῦν καὶ ψευδόμενοι καὶ ἀληθεύοντες ἡμᾶς ὠφελῶσι, τίνος ἕνεκεν ἀλγοῦμεν; τίνος ἕνεκεν δακνόμεθα; Ἂν μὴ σὺ σαυτὸν παραβλάψῃς, ἄνθρωπε, οὔτε φίλος, οὔτ' ἐχθρὸς, οὔτ' αὐτός σε ὁ διάβολος παραβλάψαι δυνήσεται. Ὅταν γὰρ οἱ ὑβρίζοντες, οἱ δημεύοντες, οἱ μέχρι τῆς ζωῆς αὐτῆς ἐπιβουλεύοντες ὠφελῶσιν ἡμᾶς, καὶ οἱ μὲν μαρτυρίου στέφανον ἡμῖν πλέκωσι, καθάπερ ἀπεδείξαμεν, οἱ δὲ τὰ ἁμαρτήματα ἡμῶν ὑποσύρωσι, καὶ δικαίους ἡμᾶς ἐργάζωνται, ὥσπερ ἐπὶ τοῦ τελώνου γέγονε, τίνος ἕνεκεν ἐκθηριούμεθα πρὸς αὐτούς; Μὴ τοίνυν λέγωμεν· Ὁ δεῖνά με παρώξυνε, καὶ ὁ δεῖνά με προήγαγεν εἰπεῖν ῥήματα αἰσχρά· ἡμεῖς αἴτιοι πανταχοῦ τούτων. Ἂν γὰρ θέλωμεν φιλοσοφεῖν, οὐδὲ δαίμων ἡμᾶς δυνήσεται κινῆσαι πρὸς ὀργήν· καὶ τοῦτο δῆλον καὶ ἐξ ἄλλων μὲν πολλῶν, καὶ ἀπ' αὐτῆς δὲ τῆς προκειμένης ἡμῖν ἱστορίας τῆς περὶ τοῦ Δαυῒδ, ἣν ἄξιον καὶ σήμερον παραγαγεῖν εἰς μέσον, πρότερον ἀναμνήσαντες ὑμῶν τὴν ἀγάπην, ποῦ τὸν λόγον κατελύσαμεν πρώην. Ποῦ τοίνυν αὐτὸν κατελύσαμεν; Εἰς τὴν ἀπολογίαν τὴν τοῦ Δαυΐδ. Οὐκοῦν ἀνάγκη σήμερον τὰ τοῦ Σαοὺλ ῥήματα εἰπεῖν, καὶ ἰδεῖν τί πρὸς τὴν δικαιολογίαν ἐκείνου ἀπεκρίνατο οὗτος. Οὐ γὰρ δὴ μόνον ἀφ' ὧν ὁ Δαυῒδ ἐφθέγξατο ῥημάτων, ἀλλὰ καὶ ἀφ' ὧν ὁ Σαοὺλ λέγει, τὴν ἀρετὴν εἰσόμεθα τοῦ Δαυΐδ· ἂν γὰρ φανῇ τι πρᾶον καὶ ἥμερον οὗτος φθεγγόμενος, τὴν αἰτίαν τούτων ἐκείνῳ λογιούμεθα τῷ μεταβαλόντι τὸν ἄνθρωπον, τῷ παιδεύσαντι καὶ ῥυθμίσαντι τὴν ψυχὴν αὐτοῦ. Τί οὖν φησιν ὁ Σαούλ; Ἀκούσας τοῦ Δαυῒδ εἰπόντος, Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, καὶ τἄλλα πάνθ' ἃ μετὰ τούτων ἀπελογήσατο, Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Ὢ πόση γέγονεν ἀθρόον ἡ μεταβολή. Ὁ γὰρ μηδ' ἀπὸ ψιλοῦ τοῦ ὀνόματος ἀνεχόμενος αὐτὸν καλέσαι ποτὲ, ἀλλὰ καὶ αὐτὴν αὐτοῦ μισῶν τὴν προσηγορίαν, καὶ εἰς συγγένειαν αὐτὸν ἤγαγε, τέκνον αὐτὸν προσειπών. Τί τοῦ Δαυῒδ μακαριώτερον, ὃς τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην μετέβαλε, καὶ τὴν φλεγμονὴν τοῦ θυμοῦ κατέσβεσεν ἅπασαν; Τὰ γὰρ ῥήματα ἐκεῖνα τοῦ Δαυῒδ εἰς τὴν διάνοιαν εἰσελθόντα τοῦ τεθηριωμένου τούτου, πᾶσαν ταύτην εἰργάσατο τὴν μεταβολὴν, ἣν ἀπὸ τῶν ῥημάτων τούτων ἔστι ἰδεῖν. Οὔτε γὰρ εἶπεν, Οἱ λόγοι σοι οὗτοι, τέκνον Δαυΐδ; ἀλλὰ τί; Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; καὶ πρὸς αὐτὸν γὰρ τὸν φθόγγον διεθερμαίνετο λοιπόν. Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνην, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγείρεται· οὕτω καὶ ὁ Σαοὺλ, ἐπειδὴ τὰ ῥήματα τοῦ Δαυῒδ εἰσελθόντα τὴν ἔχθραν ἐξέβαλεν, ἐπέγνω λοιπὸν τὸν ἅγιον, καὶ πάθος ἀποθέμενος, πάθος ἐδέξατο. Ἐκβαλὼν γὰρ θυμὸν, ἐδέξατο εὐθυμίαν τε καὶ συμπάθειαν. Καὶ καθάπερ νυκτὸς μὲν παρούσης οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης, καὶ πόῤῥωθεν ὁρῶντες αὐτὸν γνωρίζομεν· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν εἴωθεν. Ἕως μὲν ἂν ὦμεν ἀηδῶς πρὸς ἀλλήλους ἔχοντες, καὶ φωνῆς ἑτέρως ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης· ἐπειδὰν δ' ἀποθώμεθα τὴν ὀργὴν, ἡ πρὸ τούτου πολεμία καὶ ἐχθρὰ φωνὴ, προσηνὴς καὶ ἡδίστη ἡμῖν φαίνεται, καὶ ἡ πολεμία ὄψις καὶ ἀηδὴς ποθεινὴ καὶ ἐπίχαρις.